Decree of Athens in honor of Amphiaraos.  Pedimental stele of white marble, nearly intact. Stoich. 27.
[ ] Oropia — Oropos — Amphiareion — 332/1 BC — IG VII 4252 — C.J. Schwenk, Athens (1985) 198, 40 — Epigr. tou Oropou 296
1 θεοί·                       vacat
ἐπὶ Νικήτου ἄρχοντος, ἐπὶ τῆς Ἐρε-
χθηίδος ἐνάτης πρυτανέας, ἧι Ἀρι-
στόνους Ἀριστόνου ἈναγυράσιοςI
5 ἐγραμμάτευεν· ἑνδεκάτηι· τρίτηι
καὶ εἰκοστῆι τῆς πρυτανείας· ἐκκ-
λησία κυρία· τῶν προέδρων ἐπεψήφ-
ιζεν Ἐπιχάρης Ἁγνούσιος· ἔδοξεν
τῶι δήμωι· Φανόδημος Διύλλου Θυμ-
10 αιτάδης εἶπεν· ἀγαθῆι τύχηι τοῦ δ-
ήμου τοῦ Ἀθηναίων, ἐπειδὴ ὁ θειὸς
καλῶς ἐπιμελεῖται τῶν ἀφικνουμ-
ένων Ἀθηναίων καὶ τῶν ἄλλων εἰς τ-
ὸ ἱερόν, ἐφ’ ὑγιείαι καὶ σωτηρίαι π-
15 άντων τῶν ἐν τῆι χώραι, στεφανῶσα-
ι τὸν Ἀμφιάραον χρυσῶι στεφάνωι
ἀπὸ ∶ Χ ∶ δραχμῶν καὶ ἀνειπεῖν τὸν
κήρυκα τοῦ δήμου, ὅτι «στεφανοῖ ὁ δ-
ῆμος ὁ Ἀθηναίων τὸν Ἀμφιάραον χρ-
20 υσῶι στεφάνωι ἀπὸ ∶ Χ ∶ δραχμῶν»· τὸ
δὲ ἀργύριον τὸ εἰς τὸν στέφανον δ-
οῦναι τὸν ταμίαν τῶν στρατιωτικ-
ῶν, καὶ παραδοῦναι τὸν στέφανον π-
οησάμενον τοῖς ἐπιμεληταῖς ἀνα-
25 θεῖναι εἰς τὸ ἱερόν· τοὺς δὲ ἐπιμε-
λητὰς ἀνειπόντας τὰ ἐψηφισμένα
τῶι δήμωι ἐν τῶι ἱερῶι ἀναθεῖναι
τὸν στέφανον τῶι θεῶι ἐφ’ ὑγιείαι
καὶ σωτηρίαι τοῦ δήμου τοῦ Ἀθηνα-
30 ων καὶ παίδων καὶ γυναικῶν καὶ τ-
ῶν ἐν τῆι χώραι πάντων· ἀναγράψαι
δὲ τόδε τὸ ψήφισμα ἐν στήληι λιθί-
νει καὶ στῆσαι ἐν τῶι ἱερῶι τὸν κα-
τὰ πρυτανείαν γραμματέα· εἰς δὲ τ<ὴ>-
35 ν ἀναγραφὴν τῆς στήλης δοῦναι τὸ-
ν ταμίαν τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἐ-
κ τῶν κατὰ ψηφίσματα ἀναλισκομέ-
νων τῶι δήμωι.
                          vacat 0,35
Search Help
Contact Us