Decrees granting land to Kitian merchants for the foundation of a temple to Aphrodite.  Stele of veined white marble with upper molding. Stoich. 20.
[ ] Attica — Peiraieus — 333/2 BC — IG II² 337 w. Add. p. 659 — C.J. Schwenk, Athens (1985) 141, 27 — Rhodes and Osborne, GHI (2003) 91
I.1 [θ]εοί·
ἐπὶ Νικοκράτους ἄρχοντ-
ος, ἐπὶ τῆς Αἰγεῖδος πρώτ-
ης πρυτανείας· τῶν προέδ-
5 ρων ἐπεψήφιζεν Θεόφιλο-
ς Φηγούσιος· ἔδοξεν τῆι β-
ουλεῖ· Ἀντίδοτος Ἀπολλο-
δώρου Συπαλήττιος εἶπε-
ν· περὶ ὧν λέγουσιν οἱ Κιτ-
10 ιεῖς περὶ τῆς ἱδρύσειως
τῆι Ἀφροδίτηι τοῦ ἱεροῦ,
ἐψηφίσθαι τεῖ βουλεῖ το-
ς προέδρους, οἳ ἂν λάχωσ-
ι προεδρεύειν εἰς τὴν πρ-
15 ώτην ἐκκλησίαν, προσαγα-
γεῖν αὐτοὺς καὶ χρηματί-
σαι, γνώμην δὲ ξυνβάλλεσ-
θαι τῆς βουλῆς εἰς τὸν δῆ-
μον, ὅτι δοκεῖ τῆι βουλεῖ
20 ἀκούσαντα τὸν δῆμον τῶν
Κιτιείων περὶ τῆς ἱδρύσ-
ειως τοῦ ἱεροῦ καὶ ἄλλου
Ἀθηναίων τοῦ βουλομένο-
υ βουλεύσασθαι, ὅ τι ἂν αὐ-
25 τῶι δοκεῖ ἄριστον εἶναι.
II.26 ἐπὶ Νικοκράτους ἄρχοντ-
ος, ἐπὶ τῆς Πανδιονίδος δ-
ευτέρας πρυτανείας· τῶν
προέδρων ἐπεψήφιζεν Φα-
30 νόστρατος Φιλαίδης· ἔδο-
ξεν τῶι δήμωι· Λυκο͂ργος Λ-
υκόφρονος Βουτάδης εἶπ-
εν· περὶ ὧν οἱ ἔνποροι οἱ Κ-
ιτιεῖς ἔδοξαν ἔννομα ἱκ-
35 ετεύειν αἰτοῦντες τὸν δ-
ῆμον χωρίου ἔνκτησιν, ἐν
ὧι ἱδρύσονται ἱερὸν Ἀφρ-
οδίτης, δεδόχθαι τῶι δήμ-
ωι· δοῦναι τοῖς ἐμπόροις
40 τῶν Κιτιέων ἔνκτησιν χ[ω]-
ρίου, ἐν ὧι ἱδρύσονται τὸ
ἱερὸν τῆς Ἀφροδίτης, καθ-
άπερ καὶ οἱ Αἰγύπτιοι τὸ
τῆς Ἴσιδος ἱερὸν ἵδρυντ-
45 αι.
Search Help
Contact Us