Dedication and honorific decrees for members of the boule.  Quadrangular base of Eleusinian limestone. Non-stoich.
[ ] Attica — Athens — Ag. Dimitrios Katiforis — 343/2 BC — IG II² 223 w. Add. p. 659 — Agora XV 34 (C only) — SEG 54.129
face A, front.1 ἡ βουλὴ ἡ ἐπὶ Πυθοδότου [ἄρχοντο]ς ἀν[έ]θ[ηκεν]
Ἡφαίστωι στεφανωθεῖσ[α ὑπὸ] τοῦ δήμο
           ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης.
III.4 Δεινόστρατος Δεινιάδου Ἀγκυλῆθεν εἶπεν· ἐπειδὴ ἡ βουλὴ ἡ ἐπὶ Πυθοδότου ἄρχοντος ψηφισαμένη κρίσιν ποιῆσαι τῶν λεγόντων ἐν τεῖ βουλῆι ἐπὶ τῆς ἐνάτης πρυτ[α]-
5 νείας καὶ τιμῆσαι, ὃς ἂν δοκεῖ αὐτεῖ ἄριστα λέγων καὶ πράττων καὶ ἀδωροδοκήτως ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων διατετελεκέναι τὸν ἐνιαυτόν, ἔκρινεν διαχειροτο[νή]-
σασα περὶ τούτων ἡ βουλὴ Φανόδημον Διύλ<λ>ου Θυμαιτάδην, δεδόχθαι τῆι βουλῆι, ἀγαθῆι τύχηι τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῆς βουλῆς· ἐπαινέσαι Φανόδημον Διύλ<λ>ου Θυμαιτάδ[ην]
ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ ∶ 𐅅 ∶ δραχμῶν· τὸ δὲ ἀργύριον εἶναι τὸ εἰς τὸν
[στέ]φανον ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἀναλισκομένων τεῖ βουλεῖ· ἀναγ[ρ]άψαι δὲ καὶ ἐπὶ τὸ ἀνάθημα τῆς βουλῆς τόδε τὸ ψήφισμα τοὺς αἱρεθέντας ποήσασθαι τὸ ἀνάθημα· ὅπως δ’ ἂν καὶ ὁ
δῆμος εἰδὼς τὰ ἐψηφισμένα τῆι βουλῆι περὶ Φανοδήμου τιμήσει καὶ αὐτὸς [κ]αὶ στεφανώσει, ἐὰν δοκεῖ τῶι δήμωι καθάπερ τῆι βουλῆι, τοὺς προέδρους, οἳ ἂν λάχωσιν προεδρεύειν ἐν
10 τῶι δήμωι εἰς τὴν πρώτην ἐκκλησαν χρηματίσαι περὶ Φανοδήμου, καὶ ἀναγ[νῶ]ναι τόδε τὸ ψήφισμα τὸγ γραμματέα τῶι δήμωι, γνώμην δὲ ξυνβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆ-
μον ὅτι δοκεῖ τῆι βουλῆι, ἐπειδὴ Φανόδημος Διύλλου Θυμαιτάδης καλ[ῶς κ]αὶ φ[ι]λοτίμως καὶ ἀδωροδοκήτως βεβούλευκεν λέγων καὶ πράττων τὰ ἄριστα ὑπὲρ τῆς βουλῆς κα
τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν συμμάχων, ἐπαινέσαι αὐτὸν ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων [καὶ τοὺς συμμ]άχους καὶ στεφαν[ῶ]-
σαι χρυσῶι στεφάνωι ἀπὸ ∶ Χ ∶ δραχμῶν, ἐπειδὰν τὰς εὐθύνας δῶι· τὸ δὲ ἀργύριον εἶναι τὸ εἰς τὸν στέφανον, ὁπόθεν ἂν τῶι δήμωι δοκε̣ῖ· ὅ̣πω̣ς̣ ἂν [οὖν καὶ οἱ ἄλλοι ἅπαν]τες εἰδῶσι, ὅτ̣[ι]
ὁ δῆμος καὶ ἡ βουλὴ ἐπίσταται χάριτας ἀποδιδόναι τοῖς ἀεὶ λέγουσιν καὶ πράττου[σιν τὰ ἄρισ]τα ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου, [ἀναγράψαι τόδε τὸ ψήφισ]μα τὸν γραμμ[α]-
15 [τέα] τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθ[ίνη]ι καὶ στῆσαι ἐν ἀκροπόλει, εἰς δὲ τὴν ἀναγρ[αφὴν τῆς στ]ήλης δοῦναι τὸν ταμίαν τοῦ δήμου ΔΔ̣[Δ δραχμὰς ἐκ τῶν εἰς τὰ κατὰ ψηφί]σματα
[ἀναλισκο]μένων [τῶι δήμωι].                                                           vacat                                                                                                 vacat
face B, left.II.17 [Φα]νό[δημος Δι]ύλλου Θυμαιτάδης εἶπεν· [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— 1-2 —]Ν̣ΑΝΑ[— — — — c.17 — — — —]ο̣ν ἑλέσθαι τὴν βουλὴν αὐτίκ[α μάλα — — — — — — — — — — — — — — — — — — — —]Λ̣Ε̣Λ̣[․․]Λ̣[— — —]
[— — — — — — c.20 — — — — —]σ̣τον, καθότι ἂν αὐτοῖς δοκῆι ἀρισ[τ— — — — — — — — — — — — — — — — — — — — — — —] ἀναθεῖναι τό τε ἄγα-
20 [λμα — — c.9 — — τῶι Ἡφ]α̣ί̣σ̣τωι καὶ τῆι Ἀθηνᾶι τῆι Ἡφαιστίαι· ἐπιγρ[άψαι δὲ — — — — c.16 — — — — τοὺς βουλ]ε̣υ̣τ̣ὰς πατρόθεν καὶ τοῦ δήμ-
[ου — — c.9 — —] ἐφ̣’ ὑγι[εί]αι καὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου [τοῦ Ἀθηναίων· ἐπιγράψαι δὲ καὶ τὸ ψήφισ]μα, καθ’ ὃ ἐστεφανώθη ἡ βουλὴ
[ὑπὸ τοῦ δήμου ἐν] τῆι ἐν Διονύσου ἐκκλησίαι δόξασα καλῶς ἐπιμεμ̣[ελῆσθαι τῆς εὐκοσμίας τῆς περὶ] τὴν ἑορτὴν τοῦ Διονύσου το[ῦ]
[ἐν ἄστει. vac.]                            vacat                                         vacat
                                                                            vacat 0,28                                                                            vacat 0,28
I.24 [Κηφι]σο̣φ̣ῶ̣ν̣ Καλλιβίου Παιανιεὺς εἶπεν· ἐπειδὴ ἡ βουλὴ ἡ ἐ[πὶ Πυθοδ]ότο[υ ἄρχ]οντος καλῶς καὶ δικαίως ἐπε-
25 [μελή]θη τῆς εὐκοσμίας τοῦ θεάτρου, ἐπαινέσαι αὐτὴν καὶ στεφα[νῶ]σαι χρυσῶι [στεφ]άνωι ἀπὸ ∶ 𐅅 ∶ δραχμῶν· δοῦναι δὲ αὐτ[ί]-
[κα εἰς] θυσίαν 𐅄̣ δραχμὰς τοὺς ταμίας, οὓς εἴρηται ἐκ τοῦ νόμου τοῖς δ[ό]ξασιν ἄριστα τῶν βουλευτῶν ἐπιμεμελῆσθαι τῆς εὐκοσ[μίας].
                                                           vacat 0,13                                                                             vacat 0,13
IV.27 [— c.6 —ω]ν Ἀντικράτους Παμβωτάδης εἶπεν· τύχηι ἀγαθῆι, ἐψηφίσθαι τῆι βουλῆι, ἐπειδὴ Εὔδοξος Θεαγγ̣[έλου]
[Συπα]λήττιος καλῶς καὶ δικαίως ἐπεμελήθη τῆς διοικήσεως ὑπὸ τῆς βουλῆς, {φ} ἐφ’ ἣν εἱρέθη καὶ τῆς ἄλλης [εὐ]-
[κοσμί]ας τῆς βουλῆς μετὰ τῶν πρυτάνεων τῶν ἀεὶ πρυτανευόντων, ἐπαινέσαι αὐτὸν καὶ στεφανῶσαι χρυ-
30 [σῶι στε]φάνωι ἀπὸ ∶ 𐅅 ∶ δραχμῶν, ἐπειδὰν τὰς εὐθύνας δῶι· ὅπ[ως] δ’ ἂν ποηθῆι ὁ στέφανος καὶ ἦι φανερὰ ἡ δωρεὰ ἡ πα[ρὰ]
[τῆς βουλῆ]ς, ἑλέσθαι πέντε ἄνδρας τὴν βουλὴν αὐτίκα μάλα, οἵτινες ποήσονται τὸν στέφανον· τοὺς δὲ ταμί-
[ας δοῦναι τ]ὸ ἀργύριον ἐκ τῶν κατὰ ψηφίσματα ἀναλ[ισκο]μένων τῆι βουλῆι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα
[ἐπὶ τὸ ἀνά]θημα τῆς βουλῆς τῆς ἐπὶ Πυθοδότο[υ ἄρχ]οντος.                                vacat
face C, right.IV.34 [γραμματ]ε[ὺ]ς κατὰ π[ρυτα]νείαν·
35       Κλεόστρατος Τιμοσθένους Αἰγιλιεύς
                          vacat
36 ἐπὶ τὰ ψηφίσματα·
     Δημόφιλος Πανταλέοντος Ἀγρυλῆθεν
                         vacat
38 ἐπὶ τὸ θεωρικόν·
     Κηφισοφῶν Κεφαλίωνος Ἀφιδναῖος
                        vacat
40 βουλῆς ταμίαι·
     Ἀντικλῆς Ἀριστοκράτους Κυδαθηναιεύς
     Δρομοκλείδης Θρασυμήδους Ἁγνούσιος.
V.43 Βράχυλλος Βαθύλλου Ἐρχιεὺς εἶπεν· ἐπειδὴ Εὔδοξος καλῶς καὶ δικαίως ἐπεμελήθη, ὧν αὐτῶι ἡ βουλὴ προσ[έταξεν],
τῆς τε διοικήσεως τῆι βουλῆι καὶ τῆς εὐκοσμίας μετὰ τῶν πρυτάνεων τῶν ἀεὶ πρυτανευόντων καὶ διετ[έλεσεν τὰ]
45 βέλτιστα συμβουλεύων, [δ]εδόχθαι τῆι βουλῆι· ἐπαινέσαι Εὔδοξον Θεαγγέλου Συπαλήττιον ἀρετῆς ἕ[νεκα καὶ δικαι]-
οσύνης τῆς εἰς τὴν βουλὴν καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ ∶ 𐅅 ∶ δραχμῶν, ἐπειδὰν τὰς εὐ[θύνας δῶι· τὸ δὲ ἀρ]-
γύριον εἶναι εἰς τὸν στέφανον π[α]ρ’ ἑκάστου τῶν βουλευτῶν· εἶνα[ι δ’] αὐτῶι καὶ παρὰ τοῦ δ[ήμο]υ [εὑρέσθαι ἀγαθὸν ὅ τι ἂν]
[δ]ύνηται· ἀναγράψαι δὲ τόδε τὸ ψή[φισμα ἐπὶ τὸ] ἀνάθημα τῆς βουλῆ[ς τῆς ἐπ]ὶ̣ Π̣[υθοδ]ότου ἄρχοντος· [εἰ]ς [δὲ τὴν ἀναγραφὴν καὶ τὴν]
[πο]ίη̣σιν τ[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us