Dedication and honorific decrees for members of the boule. Quadrangular base of Eleusinian limestone. Non-stoich.
[ ]
Attica — Athens — Ag. Dimitrios Katiforis — 343/2 BC — IG II² 223 w. Add. p. 659 — Agora XV 34 (C only) — SEG 54.129
See also:
face A, front.1 | ἡ βουλὴ ἡ ἐπὶ Πυθοδότου [ἄρχοντο]ς ἀν[έ]θ[ηκεν] |
Ἡφαίστωι στεφανωθεῖσ[α ὑπὸ] τοῦ δήμο | |
ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης. | |
III.4 | Δεινόστρατος Δεινιάδου Ἀγκυλῆθεν εἶπεν· ἐπειδὴ ἡ βουλὴ ἡ ἐπὶ Πυθοδότου ἄρχοντος ψηφισαμένη κρίσιν ποιῆσαι τῶν λεγόντων ἐν τεῖ βουλῆι ἐπὶ τῆς ἐνάτης πρυτ[α]- |
5 | νείας καὶ τιμῆσαι, ὃς ἂν δοκεῖ αὐτεῖ ἄριστα λέγων καὶ πράττων καὶ ἀδωροδοκήτως ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων διατετελεκέναι τὸν ἐνιαυτόν, ἔκρινεν διαχειροτο[νή]- |
σασα περὶ τούτων ἡ βουλὴ Φανόδημον Διύλ<λ>ου Θυμαιτάδην, δεδόχθαι τῆι βουλῆι, ἀγαθῆι τύχηι τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῆς βουλῆς· ἐπαινέσαι Φανόδημον Διύλ<λ>ου Θυμαιτάδ[ην] | |
ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ ∶ 𐅅 ∶ δραχμῶν· τὸ δὲ ἀργύριον εἶναι τὸ εἰς τὸν | |
[στέ]φανον ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἀναλισκομένων τεῖ βουλεῖ· ἀναγ[ρ]άψαι δὲ καὶ ἐπὶ τὸ ἀνάθημα τῆς βουλῆς τόδε τὸ ψήφισμα τοὺς αἱρεθέντας ποήσασθαι τὸ ἀνάθημα· ὅπως δ’ ἂν καὶ ὁ | |
δῆμος εἰδὼς τὰ ἐψηφισμένα τῆι βουλῆι περὶ Φανοδήμου τιμήσει καὶ αὐτὸς [κ]αὶ στεφανώσει, ἐὰν δοκεῖ τῶι δήμωι καθάπερ τῆι βουλῆι, τοὺς προέδρους, οἳ ἂν λάχωσιν προεδρεύειν ἐν | |
10 | τῶι δήμωι εἰς τὴν πρώτην ἐκκλησίαν χρηματίσαι περὶ Φανοδήμου, καὶ ἀναγ[νῶ]ναι τόδε τὸ ψήφισμα τὸγ γραμματέα τῶι δήμωι, γνώμην δὲ ξυνβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆ- |
μον ὅτι δοκεῖ τῆι βουλῆι, ἐπειδὴ Φανόδημος Διύλλου Θυμαιτάδης καλ[ῶς κ]αὶ φ[ι]λοτίμως καὶ ἀδωροδοκήτως βεβούλευκεν λέγων καὶ πράττων τὰ ἄριστα ὑπὲρ τῆς βουλῆς καὶ | |
τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν συμμάχων, ἐπαινέσαι αὐτὸν ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων [καὶ τοὺς συμμ]άχους καὶ στεφαν[ῶ]- | |
σαι χρυσῶι στεφάνωι ἀπὸ ∶ Χ ∶ δραχμῶν, ἐπειδὰν τὰς εὐθύνας δῶι· τὸ δὲ ἀργύριον εἶναι τὸ εἰς τὸν στέφανον, ὁπόθεν ἂν τῶι δήμωι δοκε̣ῖ· ὅ̣πω̣ς̣ ἂν [οὖν καὶ οἱ ἄλλοι ἅπαν]τες εἰδῶσι, ὅτ̣[ι] | |
ὁ δῆμος καὶ ἡ βουλὴ ἐπίσταται χάριτας ἀποδιδόναι τοῖς ἀεὶ λέγουσιν καὶ πράττου[σιν τὰ ἄρισ]τα ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου, [ἀναγράψαι τόδε τὸ ψήφισ]μα τὸν γραμμ[α]- | |
15 | [τέα] τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθ[ίνη]ι καὶ στῆσαι ἐν ἀκροπόλει, εἰς δὲ τὴν ἀναγρ[αφὴν τῆς στ]ήλης δοῦναι τὸν ταμίαν τοῦ δήμου ΔΔ̣[Δ δραχμὰς ἐκ τῶν εἰς τὰ κατὰ ψηφί]σματα |
[ἀναλισκο]μένων [τῶι δήμωι]. vacat vacat | |
face B, left.II.17 | [Φα]νό[δημος Δι]ύλλου Θυμαιτάδης εἶπεν· [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
[— 1-2 —]Ν̣ΑΝΑ[— — — — c.17 — — — —]ο̣ν ἑλέσθαι τὴν βουλὴν αὐτίκ[α μάλα — — — — — — — — — — — — — — — — — — — —]Λ̣Ε̣Λ̣[․․]Λ̣[— — —] | |
[— — — — — — c.20 — — — — —]σ̣τον, καθότι ἂν αὐτοῖς δοκῆι ἀρισ[τ— — — — — — — — — — — — — — — — — — — — — — —] ἀναθεῖναι τό τε ἄγα- | |
20 | [λμα — — c.9 — — τῶι Ἡφ]α̣ί̣σ̣τωι καὶ τῆι Ἀθηνᾶι τῆι Ἡφαιστίαι· ἐπιγρ[άψαι δὲ — — — — c.16 — — — — τοὺς βουλ]ε̣υ̣τ̣ὰς πατρόθεν καὶ τοῦ δήμ- |
[ου — — c.9 — —] ἐφ̣’ ὑγι[εί]αι καὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου [τοῦ Ἀθηναίων· ἐπιγράψαι δὲ καὶ τὸ ψήφισ]μα, καθ’ ὃ ἐστεφανώθη ἡ βουλὴ | |
[ὑπὸ τοῦ δήμου ἐν] τῆι ἐν Διονύσου ἐκκλησίαι δόξασα καλῶς ἐπιμεμ̣[ελῆσθαι τῆς εὐκοσμίας τῆς περὶ] τὴν ἑορτὴν τοῦ Διονύσου το[ῦ] | |
[ἐν ἄστει. vac.] vacat vacat | |
vacat 0,28 vacat 0,28 | |
I.24 | [Κηφι]σο̣φ̣ῶ̣ν̣ Καλλιβίου Παιανιεὺς εἶπεν· ἐπειδὴ ἡ βουλὴ ἡ ἐ[πὶ Πυθοδ]ότο[υ ἄρχ]οντος καλῶς καὶ δικαίως ἐπε- |
25 | [μελή]θη τῆς εὐκοσμίας τοῦ θεάτρου, ἐπαινέσαι αὐτὴν καὶ στεφα[νῶ]σαι χρυσῶι [στεφ]άνωι ἀπὸ ∶ 𐅅 ∶ δραχμῶν· δοῦναι δὲ αὐτ[ί]- |
[κα εἰς] θυσίαν 𐅄̣ δραχμὰς τοὺς ταμίας, οὓς εἴρηται ἐκ τοῦ νόμου τοῖς δ[ό]ξασιν ἄριστα τῶν βουλευτῶν ἐπιμεμελῆσθαι τῆς εὐκοσ[μίας]. | |
vacat 0,13 vacat 0,13 | |
IV.27 | [— c.6 —ω]ν Ἀντικράτους Παμβωτάδης εἶπεν· τύχηι ἀγαθῆι, ἐψηφίσθαι τῆι βουλῆι, ἐπειδὴ Εὔδοξος Θεαγγ̣[έλου] |
[Συπα]λήττιος καλῶς καὶ δικαίως ἐπεμελήθη τῆς διοικήσεως ὑπὸ τῆς βουλῆς, {φ} ἐφ’ ἣν εἱρέθη καὶ τῆς ἄλλης [εὐ]- | |
[κοσμί]ας τῆς βουλῆς μετὰ τῶν πρυτάνεων τῶν ἀεὶ πρυτανευόντων, ἐπαινέσαι αὐτὸν καὶ στεφανῶσαι χρυ- | |
30 | [σῶι στε]φάνωι ἀπὸ ∶ 𐅅 ∶ δραχμῶν, ἐπειδὰν τὰς εὐθύνας δῶι· ὅπ[ως] δ’ ἂν ποηθῆι ὁ στέφανος καὶ ἦι φανερὰ ἡ δωρεὰ ἡ πα[ρὰ] |
[τῆς βουλῆ]ς, ἑλέσθαι πέντε ἄνδρας τὴν βουλὴν αὐτίκα μάλα, οἵτινες ποήσονται τὸν στέφανον· τοὺς δὲ ταμί- | |
[ας δοῦναι τ]ὸ ἀργύριον ἐκ τῶν κατὰ ψηφίσματα ἀναλ[ισκο]μένων τῆι βουλῆι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα | |
[ἐπὶ τὸ ἀνά]θημα τῆς βουλῆς τῆς ἐπὶ Πυθοδότο[υ ἄρχ]οντος. vacat | |
face C, right.IV.34 | [γραμματ]ε[ὺ]ς κατὰ π[ρυτα]νείαν· |
35 | Κλεόστρατος Τιμοσθένους Αἰγιλιεύς |
vacat | |
36 | ἐπὶ τὰ ψηφίσματα· |
Δημόφιλος Πανταλέοντος Ἀγρυλῆθεν | |
vacat | |
38 | ἐπὶ τὸ θεωρικόν· |
Κηφισοφῶν Κεφαλίωνος Ἀφιδναῖος | |
vacat | |
40 | βουλῆς ταμίαι· |
Ἀντικλῆς Ἀριστοκράτους Κυδαθηναιεύς | |
Δρομοκλείδης Θρασυμήδους Ἁγνούσιος. | |
V.43 | Βράχυλλος Βαθύλλου Ἐρχιεὺς εἶπεν· ἐπειδὴ Εὔδοξος καλῶς καὶ δικαίως ἐπεμελήθη, ὧν αὐτῶι ἡ βουλὴ προσ[έταξεν], |
τῆς τε διοικήσεως τῆι βουλῆι καὶ τῆς εὐκοσμίας μετὰ τῶν πρυτάνεων τῶν ἀεὶ πρυτανευόντων καὶ διετ[έλεσεν τὰ] | |
45 | βέλτιστα συμβουλεύων, [δ]εδόχθαι τῆι βουλῆι· ἐπαινέσαι Εὔδοξον Θεαγγέλου Συπαλήττιον ἀρετῆς ἕ[νεκα καὶ δικαι]- |
οσύνης τῆς εἰς τὴν βουλὴν καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ ∶ 𐅅 ∶ δραχμῶν, ἐπειδὰν τὰς εὐ[θύνας δῶι· τὸ δὲ ἀρ]- | |
γύριον εἶναι εἰς τὸν στέφανον π[α]ρ’ ἑκάστου τῶν βουλευτῶν· εἶνα[ι δ’] αὐτῶι καὶ παρὰ τοῦ δ[ήμο]υ [εὑρέσθαι ἀγαθὸν ὅ τι ἂν] | |
[δ]ύνηται· ἀναγράψαι δὲ τόδε τὸ ψή[φισμα ἐπὶ τὸ] ἀνάθημα τῆς βουλῆ[ς τῆς ἐπ]ὶ̣ Π̣[υθοδ]ότου ἄρχοντος· [εἰ]ς [δὲ τὴν ἀναγραφὴν καὶ τὴν] | |
[πο]ίη̣σιν τ[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |