Honorific decrees for Dioskourides of Abdera and his brothers.  Stele of white marble, in three joining fragments, broken at the bottom; large akroterion with traces of a painted image. Non-stoich.
[ ] Attica — Athens — Akropolis — 346/5 BC — IG II² 218 w. Add. p. 659 — Syll.³ 207 — ZPE 159 (2007) 102, n. 64 (cf.)
See also:
1 θεοί vac. Ἄβδηρος vac. Ἀθηνάα Διοσκουρίδης
              vacat                Διονυσοδώρου·
I.3 ἐπὶ Ἀρχίου ἄρχοντος, ἐπὶ τῆς Ἀκαμαντίδ-
ος ἐνάτης, ἧι Κηφισόδωρος Ἀθηνοφάνους
5 ΦλυεὺςVII ἐγραμμάτευεν· τῶν προέδρων ἐπε-
ψ̣ήφιζεν Πρωτίας Ἀχαρνεύς· Εὐβολίδης Ἀν-
τ̣ιφίλο Ἁλιμούσιος εἶπεν· περὶ ὧν Διοσκορ-
[ί]δης ὁ Ἀβδηρίτης ἔδοξεν ἔννομα ἱκετεύει-
ν ἐν τεῖ βουλῆι, ἐψηφίσθαι τῆι βολῆι τοὺς π-
10 ροέδρους, οἳ ἂν λάχωσι προεδρεύειν εἰς τὴν
πρώτην ἐκκλησίαν προσαγαγεῖν αὐτὸν πρὸ-
ς τὸν δῆμον καὶ χρηματίσαι, γνώμην δὲ ξυ-
νβάλλεσθαι τῆς βουλῆς εἰς [τὸν] δῆμον, ὅ[τι]
[δ]οκεῖ τῆι βουλῆι, ἐπε[ιδὴ εὐ]ε̣ργ̣έ̣τ̣α̣ι̣ [ἦσαν το͂]
15 [δή]μο τοῦ Ἀθηναίων Διο[σκ]ουρίδης καὶ [οἱ ἀ]-
[δελφοὶ αὐ]τοῦ Χαρμῆς καὶ Ἀναξίπολις οἱ Δι[ο]-
[νυσοδ]ώρο το͂ Ἀβδηρίτου ὑεῖς, ἐπιμελεῖσ[θ]-
[αι α]ὐτῶν τὴν βουλὴν καὶ τοὺς στρατηγὸς κ-
[αὶ] τοὺς ἄρχοντας τοὺς ἐν ταῖς πόλεσι ταῖς
20 [Ἀ]θηναίων, ὅπως ἂν μὴ ἀδικῶνται· ἐπαινέ-
σαι δὲ Διοσκουρίδην καὶ καλέσαι ἐπὶ ξένια̣
II.22 εἰς τὸ πρυτανεῖον εἰς α̣ὔριον. vv Διοπείθης
[Δι]οπείθους Σφήττιος εἶπεν· περὶ ὧν ἔδοξ-
εν τῶι δήμωι Διοσκουρίδης ἔννομα ἱκετε-
25 ύειν, ὅπως ἂν ὁ δῆμος ὁ Ἀθηναίων [τ]ιμᾶι τ-
οὺς εὐεργέτας καὶ ἐπιμελῆται τῶν ἀεὶ δε-
ομένων φ̣ίλων τῆς πόλεως, ἐψηφίσθαι τ-
ῶι δήμωι τὰ μὲν ἄλλα καθάπερ τῆι βουλ-
ῆι, εἶναι δὲ Διοσκουρίδει καὶ Χαρμῆι καὶ
30 [Ἀ]ναξιπόλιδι τοῖς Διονυσοδώρου τοῦ
[Ἀβ]δηρίτου παισὶν καὶ τοῖς ἐ̣κ̣ τούτων
[οἰκ]εῖν Ἀθήνησιν, ἕως ἂν κατέλθωσι-
[ν εἰς τ]ὴ̣ν αὑτῶν· εἰ[σφ]έρειν δὲ αὐτοὺς
[τὰς εἰσφορὰς — — — c.13 — — —] μ̣ετὰ
[— — — — — — — — — — — — — —]
Search Help
Contact Us