Honorific decrees for Dioskourides of Abdera and his brothers. Stele of white marble, in three joining fragments, broken at the bottom; large akroterion with traces of a painted image. Non-stoich.
[ ]
Attica — Athens — Akropolis — 346/5 BC — IG II² 218 w. Add. p. 659 — Syll.³ 207 — ZPE 159 (2007) 102, n. 64 (cf.)
See also:
| 1 | θεοί vac. Ἄβδηρος vac. Ἀθηνάα Διοσκουρίδης |
| vacat Διονυσοδώρου· | |
| I.3 | ἐπὶ Ἀρχίου ἄρχοντος, ἐπὶ τῆς Ἀκαμαντίδ- |
| ος ἐνάτης, ἧι Κηφισόδωρος Ἀθηνοφάνους | |
| 5 | ΦλυεὺςVII ἐγραμμάτευεν· τῶν προέδρων ἐπε- |
| ψ̣ήφιζεν Πρωτίας Ἀχαρνεύς· Εὐβολίδης Ἀν- | |
| τ̣ιφίλο Ἁλιμούσιος εἶπεν· περὶ ὧν Διοσκορ- | |
| [ί]δης ὁ Ἀβδηρίτης ἔδοξεν ἔννομα ἱκετεύει- | |
| ν ἐν τεῖ βουλῆι, ἐψηφίσθαι τῆι βολῆι τοὺς π- | |
| 10 | ροέδρους, οἳ ἂν λάχωσι προεδρεύειν εἰς τὴν |
| πρώτην ἐκκλησίαν προσαγαγεῖν αὐτὸν πρὸ- | |
| ς τὸν δῆμον καὶ χρηματίσαι, γνώμην δὲ ξυ- | |
| νβάλλεσθαι τῆς βουλῆς εἰς [τὸν] δῆμον, ὅ[τι] | |
| [δ]οκεῖ τῆι βουλῆι, ἐπε[ιδὴ εὐ]ε̣ργ̣έ̣τ̣α̣ι̣ [ἦσαν το͂] | |
| 15 | [δή]μο τοῦ Ἀθηναίων Διο[σκ]ουρίδης καὶ [οἱ ἀ]- |
| [δελφοὶ αὐ]τοῦ Χαρμῆς καὶ Ἀναξίπολις οἱ Δι[ο]- | |
| [νυσοδ]ώρο το͂ Ἀβδηρίτου ὑεῖς, ἐπιμελεῖσ[θ]- | |
| [αι α]ὐτῶν τὴν βουλὴν καὶ τοὺς στρατηγὸς κ- | |
| [αὶ] τοὺς ἄρχοντας τοὺς ἐν ταῖς πόλεσι ταῖς | |
| 20 | [Ἀ]θηναίων, ὅπως ἂν μὴ ἀδικῶνται· ἐπαινέ- |
| σαι δὲ Διοσκουρίδην καὶ καλέσαι ἐπὶ ξένια̣ | |
| II.22 | εἰς τὸ πρυτανεῖον εἰς α̣ὔριον. vv Διοπείθης |
| [Δι]οπείθους Σφήττιος εἶπεν· περὶ ὧν ἔδοξ- | |
| εν τῶι δήμωι Διοσκουρίδης ἔννομα ἱκετε- | |
| 25 | ύειν, ὅπως ἂν ὁ δῆμος ὁ Ἀθηναίων [τ]ιμᾶι τ- |
| οὺς εὐεργέτας καὶ ἐπιμελῆται τῶν ἀεὶ δε- | |
| ομένων φ̣ίλων τῆς πόλεως, ἐψηφίσθαι τ- | |
| ῶι δήμωι τὰ μὲν ἄλλα καθάπερ τῆι βουλ- | |
| ῆι, εἶναι δὲ Διοσκουρίδει καὶ Χαρμῆι καὶ | |
| 30 | [Ἀ]ναξιπόλιδι τοῖς Διονυσοδώρου τοῦ |
| [Ἀβ]δηρίτου παισὶν καὶ τοῖς ἐ̣κ̣ τούτων | |
| [οἰκ]εῖν Ἀθήνησιν, ἕως ἂν κατέλθωσι- | |
| [ν εἰς τ]ὴ̣ν αὑτῶν· εἰ[σφ]έρειν δὲ αὐτοὺς | |
| [τὰς εἰσφορὰς — — — c.13 — — —] μ̣ετὰ | |
| [— — — — — — — — — — — — — —] |