Dedication of a statue for Aelia Epilampsis, priestess of Demeter and Kore. Base of white (“Pentelic”) marble.
1 | ἀγαθῆι τύχηι |
τὴν ἱέρειαν Δήμητρος καὶ Κόρης | |
Αἰλ(ίαν) Ἐπίλαμψιν Αἰλ(ίου) Γέλωτος Φαληρέ- | |
ως θυγατέρα, τοῦ πρώτου ξυστάρχο̣υ | |
5 | τῶν ἐν Ἀθήναις ἀγώνων, στρατηγή- |
σαντος ἐπὶ τοὺς ὁπλείτας, ἱερέως | |
Διὸς Ὀλυμπίου· v Διοκλέους ἄρξαν- | |
τος τὴν ἐπώνυμον ἀρχὴν ἔκγονον· | |
Αἰλ(ίου) Ἀλεξάνδρου ἄρξαντος τὴν ἐπώ- | |
10 | νυμον ἀρχὴν ἀδελφιδῆν· Αἰλ(ίου) Ἄρδυος |
ἀρχιερέως τῶν Σεβαστῶν, ἱερέως το[ῦ] | |
Ἐλευθερέως Διονύσου, ἄρξαντος τὴν | |
ἐπώνυμον ἀρχήν, κηρυκεύσαντος τὸ β̣ʹ, | |
ἀγωνοθετήσαντος Ὀλυμπείων, στρα̣- | |
15 | τηγήσαντος ἐπὶ τοὺς ὁπλείτας ἀνεψι- |
άν· Αἰλ(ίου) Καλλικράτους ἄρξαντος τὴν ἐ- | |
πώνυμον ἀρχήν, στρατηγήσαντος ἐ- | |
πὶ τοὺς ὁπλείτας, κηρυκεύσαντος, ἀ- | |
γωνοθετήσαντος ἀνεψιάν· Αἰλ(ίου) Ἀλε- | |
20 | ξάνδρου ἄρξαντος τὴν ἐπώνυμον |
ἀρχὴν ἀνεψιάν· Αἰλ(ίου) Γέλωτος ἄρξαντο̣ς̣ | |
τὴν ἐπώνυμον ἀρχὴν ἀνεψιάν· Πο(πλίου) Πομ(πηίου) | |
Ἡγίου ἄρξαντος τὴν ἐπώνυμον ἀρχήν, | |
στρατηγήσαντος ἐπὶ τοὺς ὁπλείτας τὸ β̣ʹ, | |
25 | ἀγωνοθετήσαντος Ὀλυμπεί<ω>ν καὶ γυ- |
μνασιαρχήσαντος οἴκοθεν, πρεσβεύ- | |
σαντος οἴκοθεν, ἱερέως Διὸς Ὀλυμπίου̣, | |
μητέρα v ὁ ἐπώνυμος ἄρχων Πό(πλιος) ∙ Πομ(πήιος) | |
Ἡγίας Φαληρεὺς νε(ώτερος) καὶ Πομ(πήιος) Ἐπίλαμψις | |
30 | τὴν ἑαυτῶν τήθην. |