Metrical dedication of a statue for (Isidote), daughter of Isaios, hierophantis.  Base of white (“Pentelic”) marble.
[ ] Attica — Eleusis — 176-192 AD — IG II² 3632 — Hesperia Suppl. 8 (1949) 248, 1
See also:
1       ἀγαθῆι ❦̣ τύχηι
πυροφόρου Δήμητρος ὑπείροχον ἱερό-
                       φαντιν
πολλὸν ἐπ’ εὐσεβίῃ κῦδος ἀειραμένην
5 Ἑλλάδος εὐρυχόρου πρῶτ<η>ν γένος
                       Ἀντολίης τε
ἔγγονον Εἰσαίου τοῦ σοφίαις ὑπάτου,
ὃς δὴ καὶ βασιλῆος ἀμύμονος Ἁδριανοῖο
μουσάων ἀγαθὴν εἶχε διδασκαλίην·
10 Εἰσαίου δὲ θύγατρα μεγαινήτοιο καὶ αὐτοῦ
ἔξοχον ἔν τ’ ἀρεταῖς ἔν τε σαοφροσύναις,
ἣν καὶ ἀμειβομένη Δηὼ μακάρων ἐπὶ
                       νήσσους
ἤγαγε παντοίης ἐκτὸς ἐπωδυνίης·
15 δῶκε δέ οἱ θάνατον γλυκερώτερον ἡδέο[ς]
                       ὕπνου
πάγχυ καὶ Ἀργείων φέρτερον ἠιθέων.
ἥ τε καὶ Ἀντωνῖνον ὁμοῦ Κομμόδῳ
                       βασιλῆας
20 ἀ̣ρχομένη τελετῶν ἔστεφε μυστιπόλους.
τὴν μὲν ἄρα ψήφῳ μὲν Ἄρηϊ φίλη θέτο
                       βουλή,
εἰκόνα δ’ ἠγαθέην ἐκτελέσαντο νέην
Εὐνίκη τε φίλη θυγάτηρ ὗές τε θυγατρός
25 Ζωιλίδαι μητρὸς μητέρα θεσπεσίην
Κ̣άλλαισχρος καὶ Γλαῦκος ἐν εἰκόνι κυδαίνοντες,
ἣν καὶ Δημήτηρ ὤπασεν ἀθανάτοις.
Search Help