Dedicatory epigram for a statue in honor of Hierophantis.  Base of white (“Pentelic”) marble.
[ ] Attica — Eleusis — after 138 AD? — IG II² 3575
See also:
1 μήτηρ Μαρκιανοῦ, θυγάτηρ Δημητρίου εἰμί·
    οὔνομα σιγάσθω· τοῦτ’ ἀποκληιζομένη,
εὖτέ με Κεκροπίδαι Δηιοῖ θέσαν Ἱερόφαντιν,
@@@@AU)TH\ A)MAIMAKE/TOIS E)GKATE/KRUYA BUQOI=S:
5 οὐκ ἐμύησα δ’ ἐγὼ Λακεδαιμονίης τέκνα Λήδης,
    οὐδὲ τὸν εὑράμενον παυσινόσους ἀκέσεις,
οὐδὲ τὸν Εὐρυσθῆι δυώδεκα πάντας ἀέθλους
    ἐξανύσαντα μόγωι καρτερὸν Ἡρακλέα·
τὸν χθονὸς εὐρυχόρου δὲ καὶ ἀτρυγέτης μεδέοντα,
10     τὸν καὶ ἀπειρεσίων κοίρανον ἡμερίων,
ἄσπετον ὃς πάσαις πλοῦτον κατέχευε πόλεσσιν,
    Ἁδριανόν, κλεινῆς δ’ ἔξοχα Κεκροπίης.
Search Help
Contact Us