| 1 | Κλειαίνετος Κλεομένους ⋮ Μελιτεὺς ⋮ εἶπεν· |
| δεδόχθαι τοῖς ὀργεῶσι· ἐπειδή εἰσιν ἄνδρες | |
| ἀγαθοὶ περὶ τὰ κοινὰ τῶν ὀργεώνων τοῦ Ἀμύ- | |
| νου καὶ τοῦ Ἀσκληπιοῦ καὶ τοῦ Δεξίονος | |
| 5 | Καλλιάδης Φιλίνου ∶ Πειραιεύς ∶, Λυσιμαχί- |
| δης Φιλίνου ∶ Πειραιεύς ∶, ἐπαινέσαι αὐτοὺς | |
| ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆ<ς> εἰς τοὺς | |
| θεοὺς καὶ περὶ τὰ κοινὰ τῶν ὀργεώνων καὶ | |
| στεφανῶσαι αὐτῶν ἑκάτερον χρυσῶι στε- | |
| 10 | φάνωι ἀπὸ ∶𐅅⋮ δραχμῶν· εἶναι δ’ αὐτοῖς καὶ |
| ἀτέλειαν τοῦ χοῦ ἐν ἀμφοῖν τοῖν ἱεροῖν | |
| καὶ αὐτοῖς καὶ ἐγγόνοις· δοῦναι δὲ καὶ εἰς | |
| θυσίαν καὶ ἀνάθημα αὐτοῖς ὅτι ἂν δόξει | |
| τοῖς ὀργεῶσιν. ἀναγράψαι δὲ τόδε τὸ ψήφι- | |
| 15 | σμα ἐν στήλαις λιθίναις δυοῖν καὶ στῆσαι |
| τὴν μὲν ἐν τῶι τοῦ Δεξίονος ἱερῶι, τὴν δὲ | |
| [ἐ]ν τῶι τοῦ Ἀμύνου καὶ Ἀσκληπιοῦ· δοῦνα[ι] | |
| δὲ καὶ εἰς τὰς στήλας αὐτοῖς, ὅτι ἂν δόξε[ι] | |
| τοῖς ὀργεῶσι, ὅπως ἂν καὶ οἱ ἄλλοι φιλοτι- | |
| 20 | [μῶντα]ι περὶ τὰ κοινὰ τῶν ὀρ̣γεώνων εἰδό- |
| [τες ὅτι χάριτας ἀποδ]ώσουσι τοῖς εὐεργετοῦ- | |
| [σιν ἀξίας τῶν εὐεργετημάτων]. |
IG II²
1252