[ ] Att. — non-stoich. — post med. s. IV a.
See also:
1 Κλειαίνετος Κλεομένους ⋮ Μελιτεὺς ⋮ εἶπεν·
δεδόχθαι τοῖς ὀργεῶσι· ἐπειδή εἰσιν ἄνδρες
ἀγαθοὶ περὶ τὰ κοινὰ τῶν ὀργεώνων τοῦ Ἀμύ-
νου καὶ τοῦ Ἀσκληπιοῦ καὶ τοῦ Δεξίονος
5 Καλλιάδης Φιλίνου ∶ Πειραιεύς ∶, Λυσιμαχί-
δης Φιλίνου ∶ Πειραιεύς ∶, ἐπαινέσαι αὐτοὺς
ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆ<ς> εἰς τοὺς
θεοὺς καὶ περὶ τὰ κοινὰ τῶν ὀργεώνων καὶ
στεφανῶσαι αὐτῶν ἑκάτερον χρυσῶι στε-
10 φάνωι ἀπὸ ∶𐅅⋮ δραχμῶν· εἶναι δ’ αὐτοῖς καὶ
ἀτέλειαν τοῦ χοῦ ἐν ἀμφοῖν τοῖν ἱεροῖν
καὶ αὐτοῖς καὶ ἐγγόνοις· δοῦναι δὲ καὶ εἰς
θυσίαν καὶ ἀνάθημα αὐτοῖς ὅτι ἂν δόξει
τοῖς ὀργεῶσιν. ἀναγράψαι δὲ τόδε τὸ ψήφι-
15 σμα ἐν στήλαις λιθίναις δυοῖν καὶ στῆσαι
τὴν μὲν ἐν τῶι τοῦ Δεξίονος ἱερῶι, τὴν δὲ
[ἐ]ν τῶι τοῦ Ἀμύνου καὶ Ἀσκληπιοῦ· δοῦνα[ι]
δὲ καὶ εἰς τὰς στήλας αὐτοῖς, ὅτι ἂν δόξε[ι]
τοῖς ὀργεῶσι, ὅπως ἂν καὶ οἱ ἄλλοι φιλοτι-
20 [μῶντα]ι περὶ τὰ κοινὰ τῶν ὀρ̣γεώνων εἰδό-
[τες ὅτι χάριτας ἀποδ]ώσουσι τοῖς εὐεργετοῦ-
[σιν ἀξίας τῶν εὐεργετημάτων].
Search Help