Decree in honor of Themistokles, son of Theophrastos, daduch. Stele of white (“Pentelic”) marble, broken at the bottom.
[ ]
Attica — Eleusis — 20/19 BC — Eleusiniaka 1 (1932) 223-236 — K. Clinton, Sacred Officials (1974) 50-57 — SEG 30.93
| 1 | ἀγαθῆι τύχηι τῆς βουλῆς καὶ̣ τ̣[οῦ δήμο]υ τοῦ Ἀθ̣[ηναίων ἐ]- |
| πὶ Ἀπολήξιδος ἄρχοντος ἐπ[ὶ] τῆς Π̣[α]νδιονίδο[ς ἐνάτης πρυ]- | |
| τανείας ἧι Μητροφάνης Διονυσίου Ἀθμονεὺς ἐγ̣[ραμμάτευ]- | |
| εν· Ἀνθεστηριῶνος δεκάτηι ὑστέραι, πρώτηι τῆς πρ̣[υτανεί]- | |
| 5 | ας, ἐ̣κκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπ̣[εψήφι]- |
| ζεν Μηνόφιλος Σατύρου Βερενικίδης καὶ συμπρόεδρο[ι· vvv] | |
| Διό[τ]ιμος Διοδώρου Ἁλαιεὺς εἶπεν· ὑπὲρ ὧν οἱ καταστα̣[θέν]- | |
| τες ἄνδρες ὑπὸ τοῦ Κηρύκων γένους μετὰ τοῦ ἐπὶ βωμο̣[ῦ ἱε]- | |
| ρέως Ἐπικράτους τοῦ Καλλιμάχου Λευκονοέως καὶ τοῦ πυ̣[ρ]- | |
| 10 | φόρου καὶ ἱερέως τῶν Χαρίτων καὶ τῆς Ἀρτέμιδος τῆς Ἐπιπ[υρ]- |
| γιδίας Λεοντίου τοῦ Τιμάρχου Κηφ〚[ε]〛ισιέως {²⁶Κηφισιέως}²⁶, καὶ τοῦ Κήρυκος̣ | |
| τ̣αῖν θεαῖν Διονυσίου τοῦ Δημοστράτου Παλληνέως, καὶ τοῦ | |
| παναγοῦς κήρυκος Θεοφίλου τοῦ Μενεκράτους Χολλείδου, κ[αὶ] | |
| τοῦ ἱερέως τοῦ Ἑρμοῦ τοῦ Πατρῴου καὶ κήρυκος τοῦ Ἀπόλλων[ος] | |
| 15 | τοῦ Πυθίου Γοργίππου τοῦ Εὐδήμου Μελιτέως, καὶ τοῦ λιθοφόρου |
| τοῦ ἱεροῦ λίθου καὶ ἱερέως Διὸς Ὁρίου καὶ Ἀθηνᾶς Ὁρίας καὶ Πο- | |
| σειδῶνος Προσ<β>α〚σ〛τηρίου {²⁶Προσβατηρίου}²⁶ καὶ Ποσειδῶνος Θεμελιούχου | |
| Δωσιθέου τοῦ Κλεομένους Μαραθωνίου, καὶ τῶν Ὑμναγωγῶν | |
| Ἀριστοδήμου τοῦ Ἀργείου Τρικορυσίου, Μεννέου Ͻ Ἀζηνιέως, Φιλ[ή]- | |
| 20 | μονος̣ Ͻ Μελιτέως, Διότ〚ε〛ιμος {²⁶Διότιμος}²⁶ Διοδώρου Ἁλαιεύς, Ἀπόληξις v |
| Ἀπελλικῶντος ἐξ Οἴου, Δημοχάρης Μενάνδρου Ἀζηνιεύς, Σαρ[α]- | |
| πίων καὶ Διοκλῆς οἱ Διοκλέους Μελιτεῖς, Ἀρχίτιμος Ͻ Σφήττιο[ς], | |
| Θεμιστοκλῆς Ξενοκλέους Ἁγνούσιος, Διονυσόδωρος Ͻ Δειρα[δι]- | |
| ώτης, Κιχησίας Λέοντος Αἰξωνεύς, Ἀπολλώνιος Κτησικλέου[ς] | |
| 25 | Ἀχα̣[ρ]ν̣εύ̣ς, Δημόστρατος Διονυσίου Παλληνεύς, Τιμοσθένης Τι%⁸⁰- |
| μά̣ρχο[υ] Κηφ〚ε〛ισιεύς {²⁶Κηφισιεύς}²⁶, Μένανδρος Δημοχάρους Ἀζηνιεύς, Ἀρίστ[αι]- | |
| χ[μ]ος Ἀμμωνίου Ἀναφλύστιος, Σοφοκλῆς Φιλώτου Σουνιεὺς γ[ό]- | |
| ν̣[ω]ι̣ δὲ Διονυσοδώρου Δειραδιώτου, Ἰοφῶν Διονυσοδώρου Δειρ[α]- | |
| διώτης, Ἀλέξανδρος Ἀγαθοκλέους Λευκονοεύς, Εὔφρων Ͻ Μα̣ρ̣[α]- | |
| 30 | θώνιος, [Σ]έλευκος Δημέου Ἁλαιεύς, Μικίων Φιλοκράτους Πειραιε̣[ύς], |
| πο̣ιησάμενοι πρὸς τὸν δῆμον πρόσοδον ἐμφανίζουσιν τὸν δα̣[ι]- | |
| δοῦ̣χον Θεμιστοκλῆν δαιδούχου Θεοφράστου Ἁγνούσιον ἀρετῆι | |
| κα[ὶ] εὐγ[ε]νείαι διαφέροντα μὴ μόνον τὸν ἑατοῦ βίον παρέχεσθαι | |
| π[λ]ε̣ίστ̣ης ἄξιον τιμῆς, ἀλλὰ καὶ τῆι περὶ τὴν δαιδουχίαν ὑπεροχῆ̣[ι] | |
| 35 | τ̣ὸ̣ σεμνὸν καὶ τ〚ε〛ίμιον {²⁶τίμιον}²⁶ τῶν ἱερῶν ἐπαύξειν, ἐξ ὧν τὸ περὶ τὰ μυ- |
| στ̣ήρι̣α̣ μεγαλοπρεπὲς περιττοτέρας ἐκπλήξεως ὑπὸ παντὸς | |
| ἀ̣ν̣θρώπ̣ου καὶ τοῦ προσήκοντος ἀξιοῦται κόσμου, παρειληφότα | |
| τ̣ὴν εὐ[γ]ένειαν καὶ τὴν ἀπ’ αὐτῆς ἱερεωσύνην ἐγ διαδοχῆς παρὰ | |
| τ̣οῦ πατρὸς Θεοφράστου καὶ τοῦ πάππου Θεμιστοκλέους καὶ Σοφ̣[ο]- | |
| 40 | [κλ]έους, ὃς ἦν τοῦ πατρὸς αὐτοῦ θεῖος, καὶ Ξενοκλέους τοῦ ἐπιπά[π]- |
| π̣ου, ὃς ἦν ἀδελφὸς μὲν Λεοντίου θεῖος δὲ Σοφοκλέους τῶν γεν[ο]- | |
| μ̣ένων ἱερέων ἐπὶ βωμοῦ, καὶ Φιλοξενίδου τοῦ γενομένου μὲν πρ̣[ό]- | |
| τ̣ερ̣ο[ν] ἱερέως ἐπὶ βωμοῦ μετὰ δὲ ταῦτα δαιδούχου τοῦ ἀδελφο̣[ῦ] | |
| Κη̣φ[〚ε〛]ισοδώρου {²⁶Κηφισοδώρου}²⁶ τοῦ ἐπὶ βωμοῦ ἱερέως, ὃς ἦν πρὸς ἀνδρῶν ἐπίπαπ̣- | |
| 45 | [π]ος̣ αὐτοῦ τῶι πατρὶ Θεοφράστωι, καὶ Σοφοκλέους, ὃς πρὸς μητρ[ὸς] |
| ἦν ἐπίπαππος αὐτῶι, καὶ Φιλιστίδου, ὃς ἦν πατὴρ μὲν Φιλοξενίδου κ̣[αὶ] | |
| [Κ]η̣φ〚ε〛ισοδώρου {²⁶Κηφισοδώρου}²⁶ ἐπίπαππος δὲ Θεμιστοκλέους τοῦ πάππου αὐτοῦ, ὃ[ς] | |
| γ̣[ε]νηθεὶς ἱερεὺς ἐπὶ βωμοῦ μετα̣παρέλαβεν ἐπιφανέστατα τὴν δ̣[αι]- | |
| 〚ι〛δ̣ουχίαν {²⁶δαιδουχίαν}²⁶, καὶ Ἀντιφῶντος, ὃς ἦν μὲν ἐξ ἀνεψιῶν παίδων γεγονὼς [Φι]- | |
| 50 | λ̣ιστίδηι, κατασχὼν δὲ καὶ αὐτὸς τὴν ἐπὶ βωμοῦ ἱερεωσύνην μετα- |
| παρέλαβεν διασημότατα τὴν δαιδουχίαν, καὶ Λεοντίου τοῦ Σοφο̣- | |
| κλέους μὲν πατρός, πάππου δὲ Ξενοκλέους τοῦ ἐπιπάππου αὐτο̣[ῦ] —— | |
| κ̣αὶ πρὸ τούτων ἁπάντων Ἑρμοτ〚ε〛ίμου {²⁶Ἑρμοτίμου}²⁶ τε καὶ Ἱεροκλείδου τῶν δα[ι]- | |
| δουχησάντων πρὸ τῆς Κηρύκων ἀναγραφῆς εἰς τὸ γραμματεῖον v | |
| 55 | γενηθέντες ἔκγονοι Σήμων καὶ Ἱεροκλείδης καὶ Ἀντιφῶν κατέ%⁸⁰%⁸⁰- |
| σχον διὰ βίου τὴν ἐπὶ βωμοῦ ἱερεωσύνην —— ὧν ἑκάστου τῆς τε πρὸς | |
| τὰς θεὰς εὐσεβείας καὶ τῆς περὶ τὴν ἱερουργίαν σεμνότητος καὶ φ[ι]- | |
| λοτιμίας ἐμ πολλοῖς καὶ μεγάλοις ἀγῶσιν εἰς τὸ γένος ψηφισθεῖ- | |
| σαι πολλάκις ὑπό τε τῆς βουλῆς καὶ τοῦ δήμου καὶ τοῦ γένους παρ’ [ὅ]- | |
| 60 | λ̣ο̣ν τὸν καιρὸν τιμαὶ καὶ καθιερωμέναι παρὰ ταῖς θεαῖς αὐταῖς ἰκό- |
| [ν]ες ἐναργεῖς ἑστᾶσιν ἀποδίξις, πάντα δὲ πράττοντα τῆς τοῦ γέ- | |
| [ν]ο̣υς αὐξήσεως ἕνεκα καὶ τῶν προσηκόντων τιμίων αὐτῶι τε καὶ ἑ̣κ̣[ά]- | |
| στωι τῶν ἐκ τοῦ γένους ἱερέων, σπουδάσαντα περὶ τὴν τῶν πατρ[ί]- | |
| ων ἐπίγνωσιν καὶ τὴν ἴδησιν ἐσχηκότα μὴ μόνον ἐκ τῆς περὶ τὴν ο̣[ἰ]- | |
| 65 | κίαν γεγονυίας ἐπὶ πολλὰς γενεὰς αὐτῶι δαιδουχίας, ἀλλὰ καὶ τῆ̣[ς] |
| περ[ὶ] αὐτὸν φιλοτ〚[ε]〛ιμίας {²⁶φιλοτιμίας}²⁶ εἰς τὴν τῶν ἐκλελειμμένων πατρίων ἀ[πό]- | |
| κτησιν, ἐπιπεσούσης τῆς περὶ τὰς ἀπογραφὰς ζητήσεως πολλὰ [καὶ] | |
| [μ]ε̣[γ]ά̣λα διαπεπρά̣χθ̣α̣ι̣ ἐξ [․]Ι̣Ι̣[․]Ι̣ΤΟ̣ΓΕ̣[․․․6․․․]ν προσή̣κ̣ουσα̣ν [․․․․] | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |