Decree of the synod of Dionysiac artists in honor of their epimelete Philemon. Stele of white (“Pentelic”) marble, broken at the top and bottom.
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| [— — — — — — τῆι πόλει] τ̣ῆι Ἀθηναίων π̣ερ[ι — — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — —]․νδιων ἀπαλλαγέντ̣ε̣ς το[— — — — — — — — — — — —] | |
| [— — — — — — — — ἄν]θ̣ρωποι διεξαγωγὴν τῶν μ̣ὲν [— — — — — — — — — — —] | |
| [— — — — — παράδ]ο̣σιν ἐποιήσατο, θυσίας δὲ καὶ μυστή̣ρια κ[αὶ — — — — — — —] | |
| 5 | [καὶ ἀγῶνας θυμελ]ι̣κούς τε καὶ σκηνικοὺς αὐτὸς ἐπιτελεῖν ἐψ̣η̣[φίσατο ․․․c.7․․․․] |
| [․․․․c.8․․․․ καὶ ἡ σύ]ν̣οδος τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν διὰ παντὸ[ς — — c.13 — —] | |
| [․․․6․․․ αὐτ]ῶι συναύξουσα καθ’ ὅσον ἐστὶ δυνατὴ τάς τε θυσίας καὶ τἄλλα πάντα τ̣ὰ̣ [ἐ]ψη[φ]- | |
| [ισμένα ὑ]π’ αὐτ[οῦ] τοῖς τε θεοῖς καὶ τοῖς εὐεργέταις τίμια ἐψηφίσατο καὶ αὐτὴ θύε[ιν] | |
| [καὶ σπένδ]ειν τῆι Δήμητρι καὶ τῆι Κόρηι ταῖς μυστηριώτισιν ἡμέραις καὶ βωμὸν ἱδρυσ[αμ]- | |
| 10 | [ένη καὶ] τέμενος κατασκευάσασα ἐν Ἐλευσῖνι σπονδὰς καὶ παιᾶνας ἐπιτελεῖ<ν>· ὧν ἐπισχ̣- |
| [εθέντ]ω̣ν ἐπὶ ἔτη καὶ πλείονα καὶ τοῦ τε βωμοῦ καὶ τοῦ τεμένους ἀναιρε- | |
| [θέντ]ο̣ς διὰ τὴν κοινὴν περίστασιν v Φιλήμων ἐπιμελητὴς τὸ [τρ]ίτ̣- | |
| [ον γ]ενόμενος ἐν τῶι ἐπὶ Αἰσχραίου ἄρχοντος ἐνιαυτῶι ἀνεκτ[ή]σ̣α̣- | |
| [το τὰς] πατρίους ταῖς θεαῖς θυσίας καὶ πρῶτος αὐτὸς θύσας [ἐ]ν Ἐ- | |
| 15 | [λευσ]ῖνι τῆι Δήμητρι καὶ τῆι Κόρηι καὶ τὴν λοιπὴν δαπάνην καὶ χορη- |
| [γίαν] ἐπιδεξάμενος ὑπεδέξατο τὴν σύνοδον ἐκ τῶν ἰδίων, v | |
| [προσ]εμέρισεν δὲ καὶ ἐκ τῶν κοινῶν εἰς ἄλλας ἡμέρας δύο καὶ ἐμ | |
| [πάσ]αις καλλιερήσας ταῖς ἡμέραις τὰς ἐψηφισμένας ὑπὸ τῶν πατέ%⁸⁰- | |
| [ρων] σπονδὰς καὶ ἐπιχύσεις καὶ παιᾶνας ταῖς θεαῖς ἐπετέλεσεν, | |
| 20 | [ὧ]ν ἀσμένως οἱ τεχνῖται λαβόντες ἀνάμνησιν παρεκάλεσαν |
| [α]ὐτὸν καὶ προετρέψαντο μετὰ πάσης προθυμίας προνοηθῆναι καὶ | |
| τῆς τοῦ τεμένους κατασκευῆς ὅπως ἐπὶ τῆς πατρώιας ἑστίας ἀ̣νε[μ]- | |
| ποδίστως κατ’ ἐνιαυτὸν ἐπιτελῶσιν τὰς θυσίας, ὁ δὲ καὶ διὰ τὴ[ν] | |
| πρὸς τὰς θεὰς εὐσέβειαν καὶ διὰ τὴν πρὸς τοὺς τεχνίτας ἀνυπέρθε- | |
| 25 | τον εὔνοιαν διὰ τῆς ἰδίας ἐπιμελεία̣ς ἐξ ὧν ἀνεῦρεν αὐτὸς τῆι v |
| συνόδωι προσόδων τὴν κατασκευὴν τοῦ τεμένους ἐποιήσατο v | |
| καὶ τὸν ἀνειρημένον ὑπὸ τῆς περιστάσεως βωμὸν αὐτὸς πάλιν κα- | |
| θιδρύσατο, προενοήθη δὲ ἐκτενῶς καὶ τῆς τῶν κοινῶν ἐμ πᾶσιν ἐπα- | |
| νορθώσεως καὶ τὸν κύκλον τῶν δανείων μεταπαρέδωκεν ἐκβαί%⁸⁰%⁸⁰- | |
| 30 | νων ἐκ τῶν ἐπιμελειτειῶν πολλοῖς ἐπευξημένον χρήμασιν, ὥστε |
| μὴ μόνον εἰς [ἃ]ς ἀνενεώσατο τῆι Δήμητρι καὶ τῆι Κόρηι θυσίας, ἀλλὰ καὶ | |
| ε̣ἰς ἑτέρας πλείονας διὰ τὴν τούτου σπουδὴν γεγονέναι τῆι συνόδωι | |
| προσόδους· βιασαμένων δὲ αὐτὸν τῶν τεχνιτῶν πάλιν τὸ τέταρτον | |
| ὑπομεῖναι ἐπιμελητὴν εἰς τὸν ἐπὶ Σελεύκου ἄρχοντος ἐνιαυ- | |
| 35 | τὸν πρὸς ταῖς λοιπαῖς εἰσφοραῖς καὶ χορηγίαις καὶ ἐν Ἐλευσῖνι θύσας |
| ἔν τε τῶι ἱερῶι καὶ ἐν ὧι πρῶτος αὐτὸς κατεσκευάσατο τεμένει ἐφ’ οὗ | |
| ἱδρύσατο βωμοῦ τά τε θύματα καὶ τὴν λοιπὴν χορηγίαν πᾶσαν ἐπιδεξά- | |
| μενος ὑπεδέξατο τὴν σύνοδον ἐκ τῶν ἰδίων μεγαλομερῶς, προσε̣- | |
| μέρισε δὲ καὶ τὰς διατεταγμένας ἐκ τῶν κοινῶν ἡμέρας δύο καὶ ἐμ πά- | |
| 40 | σ̣αις ἐκαλλιέρησε ταῖς θεαῖς καὶ τὰς πατρίους σπονδὰς ἐπετέλεσεν· |
| [πολλὰ δ]ὲ καὶ ἄλλα ἐπολιτεύσατο καλὰ καὶ συμφέροντα τῆι συνόδωι καὶ | |
| [προσεδαπάνησεν] ἐ̣κ τῶν ἰδίων ἔν τε ταῖς ἐπιμελητείαις καὶ ἱερωσύναις | |
| [— — — — — — — προκρίνω]ν τὴν τῶν τεχνιτῶν εὔνοιαν παντὸς χρήμα- | |
| [τος — — — — — — — — — — — — —] ο̣ὐ μόνον δὲ πρὸς τὴν σύνοδον | |
| 45 | [— — — — — — — — — — — — — — — — —] δ̣ιακείμενος ἀποδο[χ]- |
| [ῆς — — ἠξιώθη — — — — — — — — — — — ἐκ τῶ]ν νόμων καὶ | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — —]AIMEN | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — —] |