Decree of Athenian soldiers and hypaithroi in honor of their general, Demainetos.  Pedimental stele of blue-gray (“Hymettian”) marble, in sixteen fragments. Non-stoich.
[ ] Attica — Eleusis — ca. 209 BC — IG II² 1304 — Syll.³ 547
See also:
1 θεοί
ἔδοξεν Ἀθηναίων τοῖς τεταγμένο̣ι̣ς ἐ[ν Ἐλευ]σῖνι καὶ Πανάκτωι κ[α]ὶ̣
Φυλεῖ καὶ τοῖς ὑπαίθροις· vv[v] ἐ̣π̣ε̣ιδὴ Δ[ημ]αίνετος διατελεῖ εὔ-
νους ὢν τῶι δήμωι καὶ εἰς ὅ̣σας αὐτὸν λ[ει]τ̣ουργίας κεχειροτόνη-
5 κεν καλῶς καὶ ἐνδόξως ἐξῆ̣χεν καὶ πρός τ[ε] τ̣ὸ κοινὸν τῶν Αἰτωλῶν
πλεονάκις ἐπρέσβευσεν̣, [ὁ]μοίως δὲ καὶ π[ρὸ]ς τὸν βασιλέα Φίλιππον,
ὅπως ἂν παρ’ ἑκατέρων τῶι [δ]ήμωι ἥ τε φιλί[α κ]αὶ ἡ εἰρήνη διατηρῆ-
ται κα̣ὶ μηδ’ ὑφ’ ἑνὸς περι[σ]πωμένη ἡ πόλις [ἀ]ποκατασταθεῖ εἰς
τὴν ἐξ ἀρχῆς εὐδα̣ιμονίαν, οὔτε κακοπά̣[θι]αν οὐδεμίαν οὔτε κί[ν]-
10 δυνον ὑποστελλό̣μενος ἀλλὰ καὶ λόγωι κ[α]ὶ ἔργωι τὰ συμφέρον-
τα πρ̣άττων τεῖ πατρίδι, ἀ̣νθ’ ὧν αὐτὸν ὁ δῆ[μ]ος ἐπείνεσέν τε πλεο̣-
νάκις καὶ ἐστεφάνωσεν̣ χρυσῶι στεφάνωι, χάριν ἀξίαν ἀποδιδοὺς
[τῶ]ν εὐεργεσιῶν τῶν εἰς ἑαυτόν· χειροτον[η]θεὶς δὲ στρατηγὸς
ἐπὶ τὴν χώραν τὴν ἐπ’ Ἐ[λε]υσῖνος τὸ μὲν [πρῶτον ἐπὶ Χ]αιρεφῶντος
15 ἄρχοντ[ο]ς καλῶς κα[ὶ ἀξί]ως αὑτοῦ ἐξ̣[ήγαγεν] τὴν ἀ̣[ρχὴν τ]ο̣ῖς τε
νόμοις ἀ̣[κο]λούθως κ̣[α]ὶ̣ το̣ῖ̣ς ψηφίσμ[ασιν καὶ] πᾶσαν πρόνοιαν̣ π[οι]-
ούμενος κ̣[α]ὶ̣ ἐπιμ[έλ]ε̣ιαν τοῦ [μη]θ[ὲν μηδαμο]ῦ ἀδίκημα μήτε ἐ[ν]
τεῖ χώραι μ[ή]τ̣’ ἐν̣ τοῖς φρουρίοις γεν̣[έσθαι]· ὡσαύτως δὲ καὶ πά-
λιν χειροτο̣[ν]ηθεὶς τὸ δεύτερον ἐπὶ τὴ̣[ν αὐ]τὴ̣ν χώραν ἐπὶ Διο-
20 κλέους ἄρχ[ο]ντος διετέλ̣εσεν ὑπερτιθέ[με]νος ἑαυτὸν τεῖ τε̣
πρὸς τὴν φυλ̣ακὴν ἐπιμελε̣ίαι καὶ τεῖ πρ̣[ὸς τ]οὺς ὑφ’ ἑαυτ̣ὸν τε-
ταγμένους [φι]λ̣οτιμίαι· χειροτονηθεὶς δ[ὲ] καὶ τὸ τρίτον στρα-
τηγὸς ἐπὶ τὴ[ν] χώραν τὴν ἐ̣π’ Ἐ̣λευσῖνος ἐ[πὶ] Αἴσχρωνος ἄρχον-
τος τῆς τε [φυ]λακῆς ἐφρόντισεν τῆς χώρα̣ς κ[α]ὶ τῶν φρουρίων̣
25 καθάπερ κ̣[αὶ] ἐ̣ν τοῖς ἔνπρο̣σθε χρ̣όνοις· γινομένης δὲ καὶ
τῆς πανη[γύρε]ως τῶν Ἐλευσ[ι]νίων̣ τῶμ μεγάλων ἐν τοῖς ἔτε-
σιν οἷς ἐστρα̣τήγηκεν, ἔθυσεν ταῖς θεαῖς μετὰ τῶν ἐξ Ἐ-
λευσῖνος περὶ τῆ̣ς τοῦ δήμου σωτηρίας· ἐπεμελήθη δὲ καὶ
τῆς τῶν μυστηρίων [τε]λετῆς καθ’ ἑ〚κάστη〛ν στρατηγίαν, ὅπως
30 μετὰ πάσης ἀσφαλε̣[ία]ς̣ συντελεσθεῖ· διετέλεσεν δὲ καὶ
πρὸς τοὺς ὑφ’ ἑαυτὸν̣ [τετ]α̣γμένους τῶν πολιτῶν ἴσον αὑτὸν
παρασκευάζων ἐν πᾶ[σι κα]ὶ {καὶ} ἀδωροδόκητ̣ον· ἐπεμε̣-
λήθη δὲ καὶ τῆς τῶν ὀψ̣[ωνίω]ν̣ δ̣ιαδόσεως, σῖτόν τε παρατι-
θέμενος ἐξ ἑτοίμου ὅ[πως ἔχ]ωσιν ὡς λυσιτελέστατο̣ν, vv
35 καὶ ἐν πᾶσι τοῖς ἔτεσιν̣ [αὐ]τοῖς προδιδοὺς ἀργύριον εἰς
ἐσθῆτα, ἀεὶ προνοούμενο[ς τ]ῶν ὑφ’ αὑτὸν τεταγμένων τῆς
εὐσχημοσύνης, καὶ εἰς ταῦ[τ]α οὐκ ὀλίγα ἐκ τῶν ἰδίων ἀνα-
λίσκων, καὶ κοινεῖ πᾶσιν ε̣ὐχρηστῶν καὶ ἰδίαι ἑκάστου
φροντίζων· ὅπως ἂν οὖν καὶ [θ]ηναίων οἱ τεταγμένοι ἐν v
40 τοῖς φρουρίοις φαίνω̣νται τιμῶντες τοὺς εἰς τὸν δῆ%⁸⁰%⁸⁰-
μον φιλοδοξοῦντας καὶ εἰς ἑαυτοὺς φιλοτιμουμένους,
ἀγαθεῖ τύχει, δεδόχθ̣αι τοῖς τετ[α]γμένοις τῶν πολιτῶν
ἐν Ἐλευσῖνι καὶ Πανάκτωι κ[α][Φυ]λεῖ καὶ τοῖς ὑπαίθροις,
ἐπαινέσαι Δημαίνετον Ἑρμ[οκλέο]υς Ἀθμονέα καὶ στεφα-
45 νῶσαι αὐτὸν χρυσῶι στεφάνω[ι κατὰ] τὸν νόμον καὶ εἰκό-
νι χαλκεῖ, καὶ στῆσαι αὐτὴν ἐν [τεῖ] αὐλ̣εῖ τοῦ ἱεροῦ· ἀνα-
γορεῦσαι δὲ τὸν στέφανον τοῦτ[ο]ν Ἁλώιων τῶι πατρίωι vv
ἀγῶνι· τῆς δὲ ποιήσεως τῆς εἰκό[ν]ος καὶ τῆς ἀναγορεύσε-
ως ἐπιμεληθῆναι τὸν γραμματέ̣α καὶ τὸν ταμίαν καὶ τοὺς
50 εἱρημένους.
οἵδ’ εἱρέθησαν ἐπὶ [τ]ὴν ἀνάθεσ[ιν]
        τῆς εἰκόνος·
[Κ]λ̣ειτοφῶν Ἰφιστιάδης, Ξ[ε]νοφῶν Βερενικ[ίδης],
[․․5․․․]ης Παιανιεύς̣, Ν̣ί̣[κα]νδρος Τυρμε[ίδης]
       {²fragmenta tria postmodo reperta:
55                Ἀθη[να]ων οἱ τε-
                τ[αγ]μένοι ἐν Ἐ-
           λευσ[ῖ]νι καὶ οἱ ὕπαι-
             θροι Δημαίνετον
            Ἑρμοκλέους Ἀθμο-
60              νέα̣ στρατηγήσαν-
            τα ἐφ’ ἑαυτῶν τρίς
                vacat 0.14 m.
col. I.62 Ἀθηναίων
οἱ τεταγμένοι
ἐν Πανάκτω̣ι
65 Δημαίνετον
Ἀθμονέα
col. II.62 Ἀθηναίων
οἱ τεταγμένοι
     ἐπὶ Φυλεῖ
65 Δημαίνετον
   Ἀθμονέα.
Search Help
Contact Us