Decree of Athenian soldiers and hypaithroi in honor of their general, Demainetos. Pedimental stele of blue-gray (“Hymettian”) marble, in sixteen fragments. Non-stoich.
1 | θεοί |
ἔδοξεν Ἀθηναίων τοῖς τεταγμένο̣ι̣ς ἐ[ν Ἐλευ]σῖνι καὶ Πανάκτωι κ[α]ὶ̣ | |
Φυλεῖ καὶ τοῖς ὑπαίθροις· vv[v] ἐ̣π̣ε̣ιδὴ Δ[ημ]αίνετος διατελεῖ εὔ- | |
νους ὢν τῶι δήμωι καὶ εἰς ὅ̣σας αὐτὸν λ[ει]τ̣ουργίας κεχειροτόνη- | |
5 | κεν καλῶς καὶ ἐνδόξως ἐξῆ̣χεν καὶ πρός τ[ε] τ̣ὸ κοινὸν τῶν Αἰτωλῶν |
πλεονάκις ἐπρέσβευσεν̣, [ὁ]μοίως δὲ καὶ π[ρὸ]ς τὸν βασιλέα Φίλιππον, | |
ὅπως ἂν παρ’ ἑκατέρων τῶι [δ]ήμωι ἥ τε φιλί[α κ]αὶ ἡ εἰρήνη διατηρῆ- | |
ται κα̣ὶ μηδ’ ὑφ’ ἑνὸς περι[σ]πωμένη ἡ πόλις [ἀ]ποκατασταθεῖ εἰς | |
τὴν ἐξ ἀρχῆς εὐδα̣ιμονίαν, οὔτε κακοπά̣[θι]αν οὐδεμίαν οὔτε κί[ν]- | |
10 | δυνον ὑποστελλό̣μενος ἀλλὰ καὶ λόγωι κ[α]ὶ ἔργωι τὰ συμφέρον- |
τα πρ̣άττων τεῖ πατρίδι, ἀ̣νθ’ ὧν αὐτὸν ὁ δῆ[μ]ος ἐπείνεσέν τε πλεο̣- | |
νάκις καὶ ἐστεφάνωσεν̣ χρυσῶι στεφάνωι, χάριν ἀξίαν ἀποδιδοὺς | |
[τῶ]ν εὐεργεσιῶν τῶν εἰς ἑαυτόν· χειροτον[η]θεὶς δὲ στρατηγὸς | |
ἐπὶ τὴν χώραν τὴν ἐπ’ Ἐ[λε]υσῖνος τὸ μὲν [πρῶτον ἐπὶ Χ]αιρεφῶντος | |
15 | ἄρχοντ[ο]ς καλῶς κα[ὶ ἀξί]ως αὑτοῦ ἐξ̣[ήγαγεν] τὴν ἀ̣[ρχὴν τ]ο̣ῖς τε |
νόμοις ἀ̣[κο]λούθως κ̣[α]ὶ̣ το̣ῖ̣ς ψηφίσμ[ασιν καὶ] πᾶσαν πρόνοιαν̣ π[οι]- | |
ούμενος κ̣[α]ὶ̣ ἐπιμ[έλ]ε̣ιαν τοῦ [μη]θ[ὲν μηδαμο]ῦ ἀδίκημα μήτε ἐ[ν] | |
τεῖ χώραι μ[ή]τ̣’ ἐν̣ τοῖς φρουρίοις γεν̣[έσθαι]· ὡσαύτως δὲ καὶ πά- | |
λιν χειροτο̣[ν]ηθεὶς τὸ δεύτερον ἐπὶ τὴ̣[ν αὐ]τὴ̣ν χώραν ἐπὶ Διο- | |
20 | κλέους ἄρχ[ο]ντος διετέλ̣εσεν ὑπερτιθέ[με]νος ἑαυτὸν τεῖ τε̣ |
πρὸς τὴν φυλ̣ακὴν ἐπιμελε̣ίαι καὶ τεῖ πρ̣[ὸς τ]οὺς ὑφ’ ἑαυτ̣ὸν τε- | |
ταγμένους [φι]λ̣οτιμίαι· χειροτονηθεὶς δ[ὲ] καὶ τὸ τρίτον στρα- | |
τηγὸς ἐπὶ τὴ[ν] χώραν τὴν ἐ̣π’ Ἐ̣λευσῖνος ἐ[πὶ] Αἴσχρωνος ἄρχον- | |
τος τῆς τε [φυ]λακῆς ἐφρόντισεν τῆς χώρα̣ς κ[α]ὶ τῶν φρουρίων̣ | |
25 | καθάπερ κ̣[αὶ] ἐ̣ν τοῖς ἔνπρο̣σθε χρ̣όνοις· γινομένης δὲ καὶ |
τῆς πανη[γύρε]ως τῶν Ἐλευσ[ι]νίων̣ τῶμ μεγάλων ἐν τοῖς ἔτε- | |
σιν οἷς ἐστρα̣τήγηκεν, ἔθυσεν ταῖς θεαῖς μετὰ τῶν ἐξ Ἐ- | |
λευσῖνος περὶ τῆ̣ς τοῦ δήμου σωτηρίας· ἐπεμελήθη δὲ καὶ | |
τῆς τῶν μυστηρίων [τε]λετῆς καθ’ ἑ〚κάστη〛ν στρατηγίαν, ὅπως | |
30 | μετὰ πάσης ἀσφαλε̣[ία]ς̣ συντελεσθεῖ· διετέλεσεν δὲ καὶ |
πρὸς τοὺς ὑφ’ ἑαυτὸν̣ [τετ]α̣γμένους τῶν πολιτῶν ἴσον αὑτὸν | |
παρασκευάζων ἐν πᾶ[σι κα]ὶ {καὶ} ἀδωροδόκητ̣ον· ἐπεμε̣- | |
λήθη δὲ καὶ τῆς τῶν ὀψ̣[ωνίω]ν̣ δ̣ιαδόσεως, σῖτόν τε παρατι- | |
θέμενος ἐξ ἑτοίμου ὅ[πως ἔχ]ωσιν ὡς λυσιτελέστατο̣ν, vv | |
35 | καὶ ἐν πᾶσι τοῖς ἔτεσιν̣ [αὐ]τοῖς προδιδοὺς ἀργύριον εἰς |
ἐσθῆτα, ἀεὶ προνοούμενο[ς τ]ῶν ὑφ’ αὑτὸν τεταγμένων τῆς | |
εὐσχημοσύνης, καὶ εἰς ταῦ[τ]α οὐκ ὀλίγα ἐκ τῶν ἰδίων ἀνα- | |
λίσκων, καὶ κοινεῖ πᾶσιν ε̣ὐχρηστῶν καὶ ἰδίαι ἑκάστου | |
φροντίζων· ὅπως ἂν οὖν καὶ Ἀ[θ]ηναίων οἱ τεταγμένοι ἐν v | |
40 | τοῖς φρουρίοις φαίνω̣νται τιμῶντες τοὺς εἰς τὸν δῆ%⁸⁰%⁸⁰- |
μον φιλοδοξοῦντας καὶ εἰς ἑαυτοὺς φιλοτιμουμένους, | |
ἀγαθεῖ τύχει, δεδόχθ̣αι τοῖς τετ[α]γμένοις τῶν πολιτῶν | |
ἐν Ἐλευσῖνι καὶ Πανάκτωι κ[α]ὶ [Φυ]λεῖ καὶ τοῖς ὑπαίθροις, | |
ἐπαινέσαι Δημαίνετον Ἑρμ[οκλέο]υς Ἀθμονέα καὶ στεφα- | |
45 | νῶσαι αὐτὸν χρυσῶι στεφάνω[ι κατὰ] τὸν νόμον καὶ εἰκό- |
νι χαλκεῖ, καὶ στῆσαι αὐτὴν ἐν [τεῖ] αὐλ̣εῖ τοῦ ἱεροῦ· ἀνα- | |
γορεῦσαι δὲ τὸν στέφανον τοῦτ[ο]ν Ἁλώιων τῶι πατρίωι vv | |
ἀγῶνι· τῆς δὲ ποιήσεως τῆς εἰκό[ν]ος καὶ τῆς ἀναγορεύσε- | |
ως ἐπιμεληθῆναι τὸν γραμματέ̣α καὶ τὸν ταμίαν καὶ τοὺς | |
50 | εἱρημένους. |
οἵδ’ εἱρέθησαν ἐπὶ [τ]ὴν ἀνάθεσ[ιν] | |
τῆς εἰκόνος· | |
[Κ]λ̣ειτοφῶν Ἰφιστιάδης, Ξ[ε]νοφῶν Βερενικ[ίδης], | |
[․․5․․․]ης Παιανιεύς̣, Ν̣ί̣[κα]νδρος Τυρμε[ίδης] | |
{²fragmenta tria postmodo reperta:}² | |
55 | Ἀθη[να]ίων οἱ τε- |
τ[αγ]μένοι ἐν Ἐ- | |
λευσ[ῖ]νι καὶ οἱ ὕπαι- | |
θροι Δημαίνετον | |
Ἑρμοκλέους Ἀθμο- | |
60 | νέα̣ στρατηγήσαν- |
τα ἐφ’ ἑαυτῶν τρίς | |
vacat 0.14 m. | |
col. I.62 | Ἀθηναίων |
οἱ τεταγμένοι | |
ἐν Πανάκτω̣ι | |
65 | Δημαίνετον |
Ἀθμονέα | |
col. II.62 | Ἀθηναίων |
οἱ τεταγμένοι | |
ἐπὶ Φυλεῖ | |
65 | Δημαίνετον |
Ἀθμονέα. |