I.Eleusis 208
Decree of the Athenians in honor of the epimeletai of the Mysteries.  Stele of blue-gray (“Hymettian”) marble, broken at the bottom. Non-stoich.
[ ] Attica — Eleusis — 214/3 BC — IG II² 847 — IG II³ 1164
1 ἐπὶ Διοκλέους ἄρχοντο<ς> ἐπὶ τῆς Ἱπποθωντί-
δος τρίτης καὶ δεκάτης πρυτανείας, ἧι
Ἀριστοφάνης Στρατοκλέους Κειριάδης ἐ-
γραμμάτευεν· βουλῆς ψηφίσματα· Σκιροφο-
5 ριῶνος τρίτει ἱσταμένου, τρίτει τῆς πρυτα-
νείας· βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων [ἐ]-
πεψήφιζεν Φανοκλῆς Ἱππομάχου Ἀγγελῆθεν
καὶ συμπρόεδροι·
       ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι·
10 Δημοκράτης Σουνιέως Κολωνῆθεν εἶπεν· ἐπειδ̣[ὴ]
οἱ ἐπιμεληταὶ τῶν μυστηρίων οἱ χειροτονηθέντες
εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Διοκλέους ἄρχοντος τάς
τε θυσίας ἔθυσαν ὅσαι καθῆκον αὐτοῖς ἐν τῶι ἐνιαυ̣-
τῶι τεῖ τε Δήμητρι καὶ τεῖ Κόρ<ηι> κα̣ὶ τοῖς ἄλλοις θεοῖς
15 οἷς πάτριον ἦν ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ πα̣[ί]-
δων καὶ γυναικῶν, ἔθυσαν δὲ καὶ τὰ προθ̣ύματα ἀεὶ
καὶ τὸ ζεῦγος παρεσκεύασαν ἐκ τῶν ἰδίων εἰ[ς]
τὴν κομιδὴν τῶν ἱερῶν, τὸ δὲ μερισθὲν αὐτο̣[ῖς]
εἰς τὴν τοῦ ζεύγους τιμὴν ἐπέδωκαν τεῖ βο̣[υ]-
20 λεῖ, ἐπεμελήθ̣ησαν δὲ καὶ τῆς ἅλαδε ἐλάσε̣[ως]
καὶ τῆς Ἐλευσῖνι τοῦ Ἰά〚κ̣〛κχου {²⁶Ἰάκχου}²⁶ ὑποδοχῆς, ὡ〚σ〛σα̣[ύ]-
τ̣ως {²⁶ὡσαύτως}²⁶ δὲ καὶ τῶν πρὸς Ἄγραν μυστηρίων γενο-
[μ]ένων δὶς ἐν τῶι ἐνιαυτῶι, διὰ τὸ συντελεῖ[σ]-
[θ]αι τὰ Ἐλευσίνια ἀπ̣έστ̣ειλαν δὲ καὶ εἰς τὰ Ἐ̣-
25 λευσίνια θ̣ῦμα ταυρόν, ἐκρεανόμησαν δὲ κα̣[ὶ]
τεῖ βουλεῖ τοῖς ἑξ̣ακοσίοις καὶ πεντήκοντα̣,
κ̣αὶ περὶ τούτων ἁπάντων τούς τε λόγους ἀ-
[π]ενηνόχασιν πρὸς τοὺς λογιστὰς καὶ εἰς τ̣[ὸ]
μητρῶιον καὶ τὰς εὐθύνας δεδώκασιν ἐν
30 τῶι δικαστηρίωι κατὰ τοὺς νόμους καὶ τὰ
ἄλλα πάντα ὅσα̣ προσῆκεν εἰς τὰς θυσίας̣
ἀνηλώκασιν ἐκ τῶν ἰδίων φιλοτιμούμεν[οι]
πρ̣ὸς τὴν βουλὴν καὶ τὸν δῆμον· v ὅπως ἂν
οὖν ἐφάμιλλον εἶ τοῖς φιλοτιμουμένοι[ς]
35 εἰδόσιν ὅτι χ̣άριτας ἀξίας κομιοῦντα[ι ὧν]
ἂν εὐεργετήσωσιν, v ἀγαθεῖ τύχει δε[δό]-
χθ̣αι τε̣ῖ βουλεῖ, τοὺς προέδρους οἵτινες ἂ[ν λά]-
χωσιν προεδρεύειν εἰς τὴν ἐπιοῦσαν [ἐκ]-
κλησίαν χρηματίσαι περὶ τούτων, γν[ώμην]
40 δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν [δῆ]-
μον ὅτι δοκεῖ τεῖ βουλεῖ, ἐπαινέσαι το̣[ὺς]
ἐπιμελητὰς τῶν μυστηρίων τοὺ̣ς ἐπ[ὶ Διο]-
κλέους ἄρχοντος v Θρασυκλῆν [— c.8 —]
Αὐρίδην, v Νικήτην Νικήτου v Π[εργασῆθεν]
45 καὶ στεφανῶσαι ἑκάτερο[ν αὐτῶν μυρρί]-
νης στεφάνωι εὐσεβεία̣ς [ἕνεκα τῆς πρὸς]
τοὺς θεοὺς καὶ φιλοτι[μίας τῆς εἰς τὴν βου]-
λὴν καὶ τὸν δῆμον· ε[ἶναι δὲ αὐτοῖς καὶ εἰς τὰ]
λοιπὰ φιλοτιμο[υ]μέ[νοις καὶ ἄλλο ἀγαθὸν εὑ]-
50 ρέσθαι παρὰ τοῦ [δήμου οὗ ἂν φαίνωνται ἄξιοι]
εἶναι· v ἀναγρά[ψαι δὲ τόδε τὸ ψήφισμα τὸν]
γραμματέα τὸν [κατὰ πρυτανείαν ἐν στήλαις]
λιθίναις δυσ[ὶν καὶ στῆσαι τὴν μὲν ἐν τεῖ αὐ]-
λεῖ τοῦ ἱερ[οῦ τοῦ Ἐλευσῖνι, τὴν δὲ — c.6 —]
55 ου, εἰς δ̣[ὲ τὴν ἀναγραφὴν {²κτλ.}² — — — —]
Search Help