Decree of the Athenians in honor of the epimeletai of the Mysteries. Stele of blue-gray (“Hymettian”) marble, broken at the bottom. Non-stoich.
| 1 | ἐπὶ Διοκλέους ἄρχοντο<ς> ἐπὶ τῆς Ἱπποθωντί- |
| δος τρίτης καὶ δεκάτης πρυτανείας, ἧι | |
| Ἀριστοφάνης Στρατοκλέους Κειριάδης ἐ- | |
| γραμμάτευεν· βουλῆς ψηφίσματα· Σκιροφο- | |
| 5 | ριῶνος τρίτει ἱσταμένου, τρίτει τῆς πρυτα- |
| νείας· βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων [ἐ]- | |
| πεψήφιζεν Φανοκλῆς Ἱππομάχου Ἀγγελῆθεν | |
| καὶ συμπρόεδροι· | |
| ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
| 10 | Δημοκράτης Σουνιέως Κολωνῆθεν εἶπεν· ἐπειδ̣[ὴ] |
| οἱ ἐπιμεληταὶ τῶν μυστηρίων οἱ χειροτονηθέντες | |
| εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Διοκλέους ἄρχοντος τάς | |
| τε θυσίας ἔθυσαν ὅσαι καθῆκον αὐτοῖς ἐν τῶι ἐνιαυ̣- | |
| τῶι τεῖ τε Δήμητρι καὶ τεῖ Κόρ<ηι> κα̣ὶ τοῖς ἄλλοις θεοῖς | |
| 15 | οἷς πάτριον ἦν ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ πα̣[ί]- |
| δων καὶ γυναικῶν, ἔθυσαν δὲ καὶ τὰ προθ̣ύματα ἀεὶ | |
| καὶ τὸ ζεῦγος παρεσκεύασαν ἐκ τῶν ἰδίων εἰ[ς] | |
| τὴν κομιδὴν τῶν ἱερῶν, τὸ δὲ μερισθὲν αὐτο̣[ῖς] | |
| εἰς τὴν τοῦ ζεύγους τιμὴν ἐπέδωκαν τεῖ βο̣[υ]- | |
| 20 | λεῖ, ἐπεμελήθ̣ησαν δὲ καὶ τῆς ἅλαδε ἐλάσε̣[ως] |
| καὶ τῆς Ἐλευσῖνι τοῦ Ἰά〚κ̣〛κχου {²⁶Ἰάκχου}²⁶ ὑποδοχῆς, ὡ〚σ〛σα̣[ύ]- | |
| τ̣ως {²⁶ὡσαύτως}²⁶ δὲ καὶ τῶν πρὸς Ἄγραν μυστηρίων γενο- | |
| [μ]ένων δὶς ἐν τῶι ἐνιαυτῶι, διὰ τὸ συντελεῖ[σ]- | |
| [θ]αι τὰ Ἐλευσίνια ἀπ̣έστ̣ειλαν δὲ καὶ εἰς τὰ Ἐ̣- | |
| 25 | λευσίνια θ̣ῦμα ταυρόν, ἐκρεανόμησαν δὲ κα̣[ὶ] |
| τεῖ βουλεῖ τοῖς ἑξ̣ακοσίοις καὶ πεντήκοντα̣, | |
| κ̣αὶ περὶ τούτων ἁπάντων τούς τε λόγους ἀ- | |
| [π]ενηνόχασιν πρὸς τοὺς λογιστὰς καὶ εἰς τ̣[ὸ] | |
| μητρῶιον καὶ τὰς εὐθύνας δεδώκασιν ἐν | |
| 30 | τῶι δικαστηρίωι κατὰ τοὺς νόμους καὶ τὰ |
| ἄλλα πάντα ὅσα̣ προσῆκεν εἰς τὰς θυσίας̣ | |
| ἀνηλώκασιν ἐκ τῶν ἰδίων φιλοτιμούμεν[οι] | |
| πρ̣ὸς τὴν βουλὴν καὶ τὸν δῆμον· v ὅπως ἂν | |
| οὖν ἐφάμιλλον εἶ τοῖς φιλοτιμουμένοι[ς] | |
| 35 | εἰδόσιν ὅτι χ̣άριτας ἀξίας κομιοῦντα[ι ὧν] |
| ἂν εὐεργετήσωσιν, v ἀγαθεῖ τύχει δε[δό]- | |
| χθ̣αι τε̣ῖ βουλεῖ, τοὺς προέδρους οἵτινες ἂ[ν λά]- | |
| χωσιν προεδρεύειν εἰς τὴν ἐπιοῦσαν [ἐκ]- | |
| κλησίαν χρηματίσαι περὶ τούτων, γν[ώμην] | |
| 40 | δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν [δῆ]- |
| μον ὅτι δοκεῖ τεῖ βουλεῖ, ἐπαινέσαι το̣[ὺς] | |
| ἐπιμελητὰς τῶν μυστηρίων τοὺ̣ς ἐπ[ὶ Διο]- | |
| κλέους ἄρχοντος v Θρασυκλῆν [— c.8 —] | |
| Αὐρίδην, v Νικήτην Νικήτου v Π[εργασῆθεν] | |
| 45 | καὶ στεφανῶσαι ἑκάτερο[ν αὐτῶν μυρρί]- |
| νης στεφάνωι εὐσεβεία̣ς [ἕνεκα τῆς πρὸς] | |
| τοὺς θεοὺς καὶ φιλοτι[μίας τῆς εἰς τὴν βου]- | |
| λὴν καὶ τὸν δῆμον· ε[ἶναι δὲ αὐτοῖς καὶ εἰς τὰ] | |
| λοιπὰ φιλοτιμο[υ]μέ[νοις καὶ ἄλλο ἀγαθὸν εὑ]- | |
| 50 | ρέσθαι παρὰ τοῦ [δήμου οὗ ἂν φαίνωνται ἄξιοι] |
| εἶναι· v ἀναγρά[ψαι δὲ τόδε τὸ ψήφισμα τὸν] | |
| γραμματέα τὸν [κατὰ πρυτανείαν ἐν στήλαις] | |
| λιθίναις δυσ[ὶν καὶ στῆσαι τὴν μὲν ἐν τεῖ αὐ]- | |
| λεῖ τοῦ ἱερ[οῦ τοῦ Ἐλευσῖνι, τὴν δὲ — c.6 —] | |
| 55 | ου, εἰς δ̣[ὲ τὴν ἀναγραφὴν {²κτλ.}² — — — —] |