Decree of the Kerykes and Eumolpidai in honor of Chairetios, hierophant. Pedimental stele of blue-gray (“Hymettian”) marble, broken at the bottom. Non-stoich.
| 1 | θεοί |
| Θρασυφῶν Ἱεροκλείδου Ξυπεταιὼν εἶπεν· vv | |
| ἐπειδὴ ὁ ἱεροφάντης Χαιρήτιος εὔνους ὢν δι- | |
| ατελεῖ τῶι γένει τῶι τε Κηρύκων καὶ Εὐμολ- | |
| 5 | πιδῶν καὶ λέγει καὶ πράττει ὅ τι ἂν δύνηται v |
| ἀγαθὸν ὑπὲρ αὐτῶν, καὶ τοῖς ἀποδημοῦσιν ἐ- | |
| πὶ τὰς σπονδοφορίας διατελεῖ μετ’ εὐνοίας | |
| ἀπογράφων τὴν ἐπαγγελίαν, ἀναστρέφεται | |
| δὲ καὶ ἐν τεῖ ἀρχεῖ τῆς ἱερεωσύνης εὐσχημό- | |
| 10 | νως ἀνέγκλητον ἑαυτὸν παρασκευάζων· ὅπως̣ |
| ἂν οὖν καὶ τὰ γένη φαίνηται τιμῶντες τοὺς vv | |
| ὄντας εὔνους τε καὶ ἀξίους ἑαυτῶν, v ἀγαθεῖ | |
| τύχει, δεδόχθαι Κήρυξι καὶ Εὐμολπίδαις, ἐπαινέ- | |
| σαι τὸν ἱεροφάντην Χαιρήτιον Προφήτου Ἐλευ- | |
| 15 | σίνιον καὶ στεφανῶσαι μυρρίνης στεφάνωι ὧι |
| πάτριόν ἐστιν αὐτῶι εὐνοίας ἕνεκεν ἣν ἔχων | |
| διατελεῖ εἰς τὰ γένη· καὶ ἀναγορεύειν τοῦτον | |
| τὸν στέφανον Διονυσίων τῶι πατρίωι ἀγῶνι vv | |
| Ἐλευσῖνι ἐν τῶι θεάτρωι, τῆς δὲ ἀναγορεύσεως | |
| 20 | τοῦ στεφάνου ἐπιμελεῖσθαι τοὺς ἄρχοντας vvv |
| τοὺς ἀεὶ καθισταμένους ἐξ ἑκατέρου τοῦ γένους. | |
| ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθίνει | |
| καὶ στῆσαι Ἐλευσῖνι ἐν τεῖ αὐλεῖ τοῦ ἱεροῦ, τῆς | |
| δὲ ποήσεως τῆς στήλης καὶ τῆς ἀναθέσεως ἐπι- | |
| 25 | μεληθῆναι τοὺς ἄρχοντας τῶν γενῶν. |
| {²in corona myrtacea:}² | |
| 26 | Κήρυκες |
| καὶ Εὐμολπίδαι | |
| τὸν ἱεροφάντην | |
| Χαιρήτιον | |
| 30 | Ἐλευσίνιον. |