Decree of Athenian soldiers and foreign mercenaries at Eleusis and decree of the Eleusinians in honor of the general Aristophanes.  Stele of blue-gray (“Hymettian”) marble, broken at the top and the lower right corner. Stoich. (ll. 1-32, 51-80)
[ ] Attica — Eleusis — 234 BC — IG II² 1299 — Syll.³ 485
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — —]ε#⁷[— — — — — —]ο̣[— — — — — — — — — — — —]
[․․․6․․․ ἀνέγκλητον ἑαυτὸν παρ]ασκευ̣άζ̣[ω]ν κα̣ὶ ἀδ[ωροδόκητον — — — — —]
[․․․․․․․14․․․․․․․ ἀνθ’ ὧν ὁ δῆμο]ς ἐστεφάνωσεν χρυ̣[σῶι στεφάνωι — — —]
[․․․․․․․․․․․․24․․․․․․․․․․․․] διατελεῖ ἀκόλουθα [πράττων — — — — —]
5 [․․5․․․ ἐπεμελήθη τῆς φυλακῆ]ς τῶν φρουρίων ὅπως [— — — — — — — — — —]
[․․․․․․․․․․20․․․․․․․․․․ ἐπαι]νῶνται καὶ στεφανῶντα̣[ι — — — — — — — —]
[․․․․․․․․․19․․․․․․․․․․] φρούρι<δ>ι, παρεσκευάσ<α>το δὲ [ὅπως οἱ στρατευόμενοι v]
[σίτου παρατεθέντος] ἐξ ἑτοίμου κατὰ μῆνα μηθ̣ενὸς ἐλ̣α̣ττῶνται τῶν λογ̣[ιζομέ]-
[νων αὐτοῖς· ἔθυσεν] δὲ καὶ τοῖς Ἁλώιοις τῆι τε Δήμητρι καὶ τῆι Κόρει καὶ τοῖς [ἄλ]-
10 [λοις θεοῖς οἷ]ς πάτριον ἦν ὑπέρ τε τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τοῦ βασιλέως [Δη]-
[μητρίου κ]αὶ τῆς βασιλίσσης 〚[Φθίας]〛 καὶ τῶ̣ν ἐγγόνων αὐτῶν· v παρεκάλεσεν δὲ
[καὶ το]ὺ̣ς πολίτας ἅπαν̣τ̣α̣ς ἐπὶ τὴν θ̣υσίαν, οἰόμενος δεῖν τῶν ἀγαθῶν τῶν γεγ[ο]-
[ν]ό̣τ̣ων ἐν τοῖς ἱεροῖς μ̣ετασχεῖν, ἀναλώσας ἐκ τῶν ἰδίων, ἀποδεικνύμενος κα[ὶ ἐ]-
ν τούτοις τὴν εὔνοιαν ἣν ἔχων διατελεῖ πρὸς τοὺς ἑαυτοῦ πολίτας· v ἐπαγγ[έλ]-
15 λεται δὲ καὶ εἰς τὰ λοιπά, εἰς ἃ ἂν αὐτὸν ὁ δῆμος καθιστεῖ ἢ οἱ τεταγμένοι τ[ῶν]
πολιτῶν ἐν τοῖς φρουρίοις παρακαλῶσιν, ἄξιον ἑαυτὸν παρέξειν τῆς τε το[ῦ δή]-
μου χειροτονίας καὶ τῶν ἐν τοῖς πρότερον χρόνοις πεπραγμένων· v ἵνα οὖ[ν φαί]-
ν̣ωνται καὶ οἱ τεταγμένοι τῶν πολιτῶν ἐν τοῖς φρουρίοις χάριτας ἀξίας ἀ̣[πο]-
[δ]ι̣δόντες τοῖς εἰς ἑαυτοὺς φιλοτιμουμένοις καὶ τὸν δῆμον τὸν Ἀθηναίω[ν],
20 [ἀγ]αθεῖ τύχει δεδόχθαι τοῖς τεταγμένοις τῶν πολιτῶν Ἐλευσῖνι καὶ ἐμ Π̣[ανά]-
[κτω]ι καὶ ἐπὶ Φυλεῖ καὶ τοῖς στρατιώταις τοῖς παρὰ τεῖ πόλει στρατευομ[ένοις]
[καὶ] τεταγμένοις Ἐλευσῖνι, τὰ μὲν ἀγαθὰ δέχεσθαι, ἅ φησιν γεγονέναι ἐν τοῖ̣[ς ἱε]-
[ροῖ]ς οἷς ἔθυεν τῆι τε Δήμητρι καὶ τεῖ Κόρει καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριο̣[ν]
[ἦν], ἐπαινέσαι δὲ τὸν στρατηγὸν Ἀριστοφάνην Ἀριστομένου Λευκονοέα καὶ σ[τε]-
25 [φα]νῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον. v ὅπως ἂν δὲ εἰδῶσιν ἅπαντες [ὅτι]
[το]ῖς φιλοτιμουμένοις εἰς τοὺς τεταγμένους τῶν πολιτῶν ἐν τοῖς φρουρίοι[ς κα]-
[ὶ] χάριτας ἀξί̣ας ἀποδιδόασιν τῶν εὐεργεσιῶν, v ποιήσασθαι αὐτοῦ εἰκόνα χ[αλ]-
[κῆ]ν καὶ στῆσαι ἐν Ἐλευσῖνι ἐν τῆι αὐλεῖ τοῦ ἱεροῦ· v ἀνειπεῖν δὲ τὸν στέφαν[ον]
[κα]ὶ τὴν ἀνάθεσιν τῆς εἰκόνος Ἁ̣λώιων τε τῶι πατρίωι ἀγῶνι καὶ ἐμ Πανάκτω[ι Ἀπα]-
30 [το]υρίων τῆι θυσίαι καὶ ἐπὶ Φυλεῖ ὅταν γίνηται ἡ θυσία̣ τῆι Ἀρτέμιδι τῆι [Ἀγροτέ]-
[ρ]α̣ι̣ καὶ Διονυσίων τῶν ἐν ἄστει τραγωιδῶν τῶι καινῶι ἀγῶνι ὅταν πρῶτο[ν ὁ δῆμος]
[συ]ντελεῖ τὰ Διονύσια, ποιήσασθαι δὲ τὴν ἀναγόρευσιν τήνδε· v οἱ τεταγ[μένοι Ἀθη]-
[να]ίων ὑπὸ τοῦ δήμου ἐν Ἐλευσῖνι καὶ ἐμ Πανάκτωι καὶ ἐπὶ Φυλεῖ στεφανο[ῦσι τὸν]
[σ]τρατηγὸν Ἀριστοφάνην Ἀριστομένου Λευκονοέα χρυσῶι στεφάνωι κα[τὰ τὸν νόμ]-
35 [ο]ν καὶ εἰκόνι χαλκεῖ ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἣν ἔχων διατελεῖ εἴς τ[ε τὸν δῆμ]-
[ον] τὸν Ἀθηναίων καὶ τὸν βασιλέα Δημήτριον καὶ τοὺς ἐγγόνους αὐτοῦ [καὶ δικαιο]-
[σύ]νης τῆς εἰς ἑαυτούς· ἵνα δὲ καὶ συντελεσθεῖ τὰ δεδογμένα τὴν ταχίσ[την, ἑλέσ]-
[θ]αι πέντε μὲν ἄνδρας τοὺς Ἐλευσῖνι τεταγμένους, πέντε τοὺς ἐμ Πανά[κτωι, ἕνα δὲ]
[τ]ῶν ἐπὶ Φυλεῖ· v τοὺς δὲ αἱρεθέντας ποιεῖσθαι τὴν ἔγδοσιν τῆς εἰκόνο[ς τὴν ταχίσ]-
40 [τη]ν· εἰς δὲ τὸ γενόμενον ἀνάλωμα παρανγελλέτω̣σαν οἱ αἱρεθέντες το[ῖς ἐν Ἐλευ]-
[σῖ]νι τεταγμένοις τῶμ πολιτῶν καὶ τοῖς ἐμ Πανάκτωι καὶ ἐπὶ Φυλεῖ καὶ το[ῖς ξένοις]
[τοῖ]ς μετὰ Γνωσίου τεταγμένοις εἰσφέρειν ὅ τι ἂν αὐτοῖς ἐγλογιζομένο[ις φαίνη]-
τα̣ι· ὅπως ἂν δὲ εἰδῶσιν οἱ παραγινόμενοι εἰς Ἐλευσῖνα τήν τε τοῦ στρατ[ηγοῦ]
Ἀριστοφάνου εὔνοιαν καὶ τὴν τῶν ἀνατεθηκότων εὐχαριστίαν, v ἀναγρ[άψαι τόδε]
45 [τ]ὸ ψήφισμα ἐν στήλει λιθίνει καὶ στῆσαι παρὰ τὴν εἰκόνα, τῆς̣ δὲ ἀναγρ̣[αφῆς καὶ]
τῆς ποιήσεως τῆς στήλης καὶ τῆς ἀναγορεύσεως τοῦ στεφάνου v ἐπιμε[ληθῆναι]
τοὺς αἱρεθέντας ἐπὶ τὴν ποίησιν τῆς εἰκόνος· v εἶναι δὲ αὐτοῖς ἐ<π>ι[μεληθεῖσι]
καὶ οἰκονομή̣σασιν ὀρθῶ̣ς καὶ δικαίως ἅπαντα vvvvv καὶ ἀποδοῦσ[ι τοὺς λογισμοὺς]
ἐπαινεθῆναι καὶ στεφανωθῆναι κοινεῖ τε ὑπὸ ἁπάντων καὶ ἰδία̣[ι ὑπὸ τῶν τεταγ]-
50 μένων.
                                        vacat spatium unius versus
51 Θεόδοτος Δημο̣κράτου Ἐλευσίνιος εἶπεν· v ἐπειδὴ Ἀριστοφάνης [ἔν τε τῶι πρό]-
σθεν χρόνωι πολλὰ̣ς καὶ μεγάλας χρείας παρέσχηται τῶι δήμωι τ[ῶι Ἀθηναίων],
γυμνασίαρχός τε χειροτονηθ̣ε̣ὶς ὅτε τὸ πρῶτον ὁ δῆμος συνετέλ[εσε τὰ ․․․․7-9․․․․․]-
α προέστη τε τοῦ γυμνασίου καλῶς καὶ εὐσχημ̣όνως πάντα πράττω[ν ἀκόλουθα το]-
55 [ῖ]ς τε νόμοις καὶ τοῖς τοῦ δήμου ψηφίσμασιν, v φύλαρχός τε χειρ[οτονηθεὶς ἐν]
ταύτει τῆι ἐπιμελείαι ἀπεδείξατο τὴν ἑαυτοῦ φιλοτιμίαν, v κ̣[αὶ μετὰ ταῦτα ἐ]-
πὶ Λυσίου ἄρχοντ̣ο̣ς̣ ἐ̣ν ὧι ἐνιαυτῶι ὁ πόλεμος ἐνέστη δι̣ετέλε[σεν ἐν τῆι τῶν ἐφο?]-
δίων ἐπιμελείαι οὔ̣τε τὴν τοῦ ἑαυτοῦ σώματος ἀσφάλειαν οὔτ’ ἄ̣[λλο οὐθὲν πρόσ]-
θ̣εν τιθέμενος το̣ῦ τῆι πατρίδι συμφέροντος, v κατασταθ̣είς̣ [τε στρατηγὸς ἐπ’ Ἐλ]-
60 [ε]υσῖνος εἰς τὸν ἐπὶ Κίμωνος ἐνιαυτὸν ἐπεμελήθη τῆς τε τῶν [φρουρίων φυλακῆς]
καὶ τῶν ἄλλων ὧν αὐτῶι προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσ[ματα τοῦ δήμου, καὶ]
ἐπὶ πᾶσι τούτοις ἐπείνεκε κα̣ὶ ἐστεφάνωκεν αὐτὸν ὁ δῆμος [οὐθὲν ἐλλείποντα]
σπουδῆς πρὸς τὴν πόλιν, v ἐπήινεκε δὲ καὶ ὁ δῆμος ὁ Ἐλευσιν[ίων καὶ ἐστεφάνωκε]·
χειροτονηθ̣είς τ̣ε τὸ δεύτερον στρατηγὸς ἐπ’ Ἐλευσῖνος ε[ἰς τὸν ἐπὶ Ἐκφάντου ἐ]-
65 νιαυτὸν v ἐπεμελήθη τῆς τε τῶν τειχῶν ἐπισκευῆς καὶ τῆς [φυλακῆς τῶν φρουρίων]
Ἐλευσῖνος καὶ Πανάκτου καὶ Φυλῆς· v ἐπεμελήθη δὲ καὶ ὅπω[ς ἐκ τῆς χώρας οἱ σῖ]-
τοι μετ’ ἀσφαλείας εἰσενεχθ̣ῶσιν· v δια̣τελεῖ δὲ καὶ ἰδίαι [τοῖς ἐντυγχάνουσιν]
χρείας παρεχόμενος εἰς ἃς ἂν αὐτὸν παρακαλῆι, v πολλοῖς [τε τῶν Ἐλευσινίων]
ἐν τῶι πολέμωι γέγονεν αἴτιος τῆς σωτηρίας· ὅπως ἂν οὖν π[άντες οἱ αἱρεθέντες]
70 ἐ̣π’ Ἐλευσῖνος στρατηγ<⁶¹οὶ φιλοτ>⁶¹ιμῶνται πάντα τὰ συμφέροντ[α πράττοντες ἀποδεί]-
[κ]νυσθαι τὴν ἑαυτῶν σπουδὴν καὶ νῦν καὶ εἰς τὸ λοιπὸν εἰδ[ότες ὅτι οὐ μόνον ὑπὸ]
[τ]οῦ δήμου τοῦ Ἀθηναίων τιμηθήσονται̣ ἀλλὰ καὶ παρὰ τοῦ δ[ήμου τοῦ Ἐλευσινίων]
[κ]ομιοῦνται χάριτας ὧν προσήκει τυνχάνειν τοὺς ἀ̣γαθο[ὺς πολίτας, ἀγαθῆι τύ]-
[χ]ηι, δεδόχθ̣αι Ἐλευσινίοις, ἐπαινέσαι Ἀριστοφάν[η]ν Ἀρι[στομένου Λευκονοέα]
75 καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ε[ὐνοίας ἕνεκα καὶ φιλο]-
[τιμ]ίας τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸν δῆμο̣ν τ[ὸν Ἐλευσινίων· καὶ ἀνει]-
[πεῖ]ν τὸν στέφανον τοῦτον̣ [Ἁλώιων τῶι π]α̣τρίωι ἀγῶ[νι· ἀναγράψαι δὲ τὸ ψήφισμα]
[τόδε] ἐν στήλει λιθίνει κ[αὶ στῆσαι ἐν τεῖ α]ὐ̣λ̣ε̣[ῖ τ]ο[ῦ ἱεροῦ· τῆς δὲ ἀναγορεύσεως]
[τοῦ] σ̣τ̣ε̣φάνου κα̣ὶ τ̣ῆς̣ [ποιήσεως καὶ] στ̣άσεως τῆς στή̣[λης ἐπιμεληθῆναι τὸν δήμ]-
80 αρχον καὶ τοὺς ἱερ̣ο̣[μνήμ]ο̣ν̣ας.
οἵδε εἱρέθησαν ἐπὶ τὴν ἀνάθεσιν τ[ῆς εἰκόνος]·
col. I.82 Ἡφαιστόδωρος Λευκονοιεύς
Ἀρχίας Ἀνακαιεύς
Διογένης Κόπρειος
85 Ξενοφῶν Κικυννεύς
Μυννίσκος Περγασῆθεν
Ἀριστίων Φυλάσιος
Χαιρίων Ὑβάδης
Ἀντιφάνης Εὐωνυμεύς
90 Ἱερώνυμος Πόριος
Πυθόδωρος Τειθ̣ράσιος
Κηφισόδοτος Ἀραφήνιος
καὶ οἵδε τῶν ξένων συνανέθηκαν
ἡγεμών·
95 Γνωσίας Φωκεύς
Ἐχέτιμος Φωκεύς
Γέλων Μακεδών
Ἁγησίπολις Κρής
Πολύξενος Κρής
100 Καλλίγειτος Μεγαρεύς
Ζωΐλος Θετταλός
Ἀγάθων Λύκιος
Ξενόφιλος Μακεδών
Ἀριστόδαμος Μεγαλοπολίτης
105 Νικοκλῆς Φωκεύς
Μενεκλῆς Ἀργεῖος
Νικάνωρ Μακεδών
Ἀριστόδαμος Κρής
Νικασίων Κρής
110 Πυραιμένης Ἀργεῖος
Ἀγασίας Θετταλός
Ἀπολλώνιος Αἰτωλός
Καλλίδαμος Φωκεύς
Ἀλέξων Ὀπούντιος
115 Ἀπολλόδωρος Πλαταιεύς
Λύσων Φωκεύς
Θεόδωρος <⁶¹Ἀχαιός>⁶¹
     vacat
col. II.118 Ἀνδ̣ρ[— — —]
Πασ[— — — —]
120 Νικα̣[— — —]
Ἡρα[— — — —]
Μοσ[— — — —]
Ἡρα̣[— — — —]
Αρχ[— — — —]
125 Ἑρπ[— — — —]
Μεν[— — — —]
Ναυ[— — — —]
Λαμ̣[— — — —]
Μεν̣[— — — —]
130 ΕρΙ[— — — —]
Δ%⁸⁰ι[— — — —]
Κτ[— — — — —]
Νικ[— — — —]
Νικ[— — — —]
135 Θεο̣[— — — —]
Αρ[— — — — —]
Σω[— — — — —]
ΚΛ̣[— — — — —]
Ἀρ̣[— — — — —]
140 Φ[— — — — — —]
Δ[— — — — — —]
[— — — — — —]
Search Help