Decree of the Athenians honoring the epimeletai of the Mysteries.  Two fragments of a pedimental stele of blue-gray (“Hymettian”) marble, broken at the bottom. Stoich. 36.
[ ] Attica — Eleusis — 249/8 BC — IG II² 683 w. Add. p. 664
1 θ̣εοί.
ἐπὶ Ἱέρωνος ἄρχοντος ἐπὶ τῆς Ἀντιοχίδος ἕκ-
της πρυτανείας, ἧι Φαινύλος Πανφίλου Ὀῆθ̣εν
ἐγραμμάτευεν· Ποσιδεῶν[ο]ς ὑστέρου τρίτηι ἐ-
5 πὶ δέκα, δευτέραι καὶ τριακοστεῖ τῆς πρυταν-
είας· ἐκκλησία· τῶν προέδρων ἐπεψήφιζεν v Πο-
σείδιππος Κτησικλέους Χολαργεὺς καὶ συμπ-
ρόεδροι· vv ἔδο<ξ>εν τῆι βου<λ>εῖ καὶ τῶι δήμωι· v
Θ̣ρασυφῶν Ἱεροκλείδου Ξυε]ταιὼν εἶπεν· ἐπε-
10 ιδὴ οἱ ἐπιμεληταὶ τῶν μυστηρίων οἱ χειροτο-
νηθέντες τὸν ἐνιαυτὸν τὸν ἐπὶ Πολυεύκτου ἄ-
ρχοντος τάς τ[ε θ]υσίας ἔθυσαν ὅσαι καθ̣ῆκον ἐ-
ν τῶι ἐνιαυτ[ῶι τῆι] τ̣ε Δήμητρι καὶ τῆι Κόρει κ-
[α]ὶ τοῖς ἄ[λλοις θεοῖ]ς, οἷς πάτριον ἦν, ὑπέρ τε τ-
15 [ῆς] βουλῆ[ς καὶ τοῦ δή]μου τοῦ Ἀθηναίων καὶ παί-
[δων καὶ γυναικῶν καὶ] τοῦ βασιλ̣έως Ἀντιγόνο-
[υ — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us