Decree of Athenian soldiers stationed at Eleusis in honor of the scribe Dionysios. Two fragments of a stele of white (“Pentelic”) marble, broken at the bottom. Stoich. 31.
| 1 | Λ̣υσίας Θεσβίων[ο]ς Ἐλευσίνιος εἶπεν· [ἐ]- |
| πειδὴ Δίων ἔκ τε τῶν ἔμπροσθεν χρόνω[ν] | |
| γραμματεύων το̣ῖς ταμίαις τῶν σιτων[ι]- | |
| κῶν καὶ τοῖς ἐπ[ὶ] τεῖ διοικήσει διατε[λ]- | |
| 5 | εῖ εὔνους ὢν Ἀθ̣η̣ναίων τοῖς τεταγμέν[ο]- |
| ις Ἐλευσῖνι κα[ὶ] χ̣ρείαν παρεχόμενος κ- | |
| αὶ κοινεῖ καὶ ἰ[δί]αι φανερὰν αὑτοῦ ποι- | |
| ῶν τὴν εὔνοιαν [ἣ]ν ἔχει πρὸς αὐτούς̣, v κα- | |
| ὶ νῦν γραμματεύων τῶι ταμίαι τῶν̣ σιτω- | |
| 10 | νικῶν τὸν ἐνιαυτὸν τὸν ἐπὶ Μενεκλ̣έου- |
| ς ἄρχοντος πο[λ]λὴν σπουδὴν πεποίηται | |
| περὶ τὴν τοῦ σίτου δόσιν καὶ τῶν ἐκκλη- | |
| σιαστικῶν τῶν̣ διδομένων ἐπὶ τὸν σῖτο- | |
| [ν· v ἀ]γαθεῖ τύχε̣ι, δεδόχθαι Ἀθηναίοις τ- | |
| 15 | [οῖς τε]ταγμέν[ο]ις Ἐλευσῖνι, v ἐπαινέσα- |
| [ι Δίωνα] καὶ στ[ε]φανῶσαι αὐτὸν θαλλοῦ σ- | |
| [τεφάνωι ε]ὐνοί̣ας [ἕ]νεκα καὶ φιλοτιμία- | |
| [ς τῆς πρὸς α]ὐ̣[τ]ούς· v εἶναι δὲ αὐτῶι καὶ ε- | |
| [ἰς τὰ λοιπὰ φιλ]οτιμηθέντι εὑρέσθαι ἀ- | |
| 20 | [γαθὸν ὅτου ἂν δοκ]εῖ ἄξιος εἶναι. v τὸ δὲ |
| [ψήφισμα τόδε ἀναγράψ]α̣ι ἐν στήλει λιθ- | |
| [ίνει — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — —] |