Decree of the Athenians concerning the Sacred Orgas.  Several joining fragments of a stele of white marble, broken at the top and bottom. Stoich. 47.
[ ] Attica — Eleusis — 352/1 BC — IG II² 204 w. Add. p. 659 — F. Sokolowski, LSCG (1969) 32
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]ε
[— — — — — — — — — — — — — — — — — — — — — — —]Ι̣ΙΙ επ-
[— — — — — — — — — — — — — — — — — — — — — — —]οντες π-
[— — — — — — — — — — — — — — — — — — — — —]#⁷εων̣ τῶν κ̣α-
5 [— — — — — — — — — — — — — ἑλέσθαι τὸν δῆμ]ο̣ν δέκα ἄνδρα-
[ς ἐξ Ἀθηναίων ἁπάντων αὐτίκα μάλα, πέντε δὲ] ἐ̣κ τῆς βουλῆς· v
[τοὺς δὲ αἱρεθέντας ․․․․8․․․․ ἐν τῶι Ἐλευσ]ινίωι τῶι ἐν ἄστ-
[ει περὶ τῶν ὅρων τῶν ἀμφισβητουμένων] τ̣ῆ̣ς ἱερᾶς ὀργάδος ὀ-
[μόσαντας τὸν νόμιμον ὅρκον ἦ μὴν] μήτε χάριτος ἕνεκα μήτ’ ἔ-
10 [χθρας ψηφιεῖσθαι, ἀλλὰ ὡς δι]καιότατα καὶ εὐσεβέστατα· τὰ-
[ς δ’ ἕδρας ποεῖν συνεχῶς ἀ]πὸ τῆς ἕκτης ἐπὶ δέκα τοῦ Ποσιδεῶ-
[νος ἕως ἂν ․․․․․11․․․․․․] ἐπὶ Ἀριστοδήμου ἄρχοντος· παρεῖν-
[αι δὲ καὶ τὸν βασιλέ]α καὶ τὸν ἱεροφάντην καὶ τὸν δαιδοῦχο-
[ν καὶ Κήρυκας καὶ] Εὐμολπίδας καὶ τῶν ἄλλων Ἀθηναίων τὸν β-
15 [ουλόμενον, ὅπως] ἂν [ὡ]ς εὐσεβέστατα καὶ δικαιότατα τοὺς ὅρ-
[ους θῶσιν. ἐπι]μελεῖσθαι [δ]ὲ τῆς ἱερᾶς ὀργάδος καὶ τῶν ἄλλω-
[ν ἱερῶν τεμεν]ῶν τῶν Ἀθήνησιν ἀπὸ τῆσδε τῆς ἡμέρας εἰς τὸν
[ἀεὶ χρόνον οὕ]ς τε ὁ νόμος κελεύει περὶ ἑκάστου αὐτῶν καὶ τ-
[ὴν βουλὴν τὴν][ξ] Ἀρείου πάγου καὶ τὸν στρατηγὸν τὸν ἐπὶ τὴ-
20 [ν φυλ]ακὴ[ν τῆς χ]ώρας κεχειροτονημένον καὶ τοὺς περιπολά-
[ρχ]ους καὶ τοὺς [δη]μάρχους καὶ τὴν βουλὴν τὴν ἀεὶ βουλεύου-
[σαν] καὶ τῶν ἄλλ[ων Ἀθ]ηναίων τὸμ βουλόμενον τρόπωι ὅτωι ἂν
[ἐπ]ίστω[ν]ται· γρά[ψαι δὲ τὸ]ν γραμματέα τῆς βουλῆς εἰς δύο κα-
[ττ]ιτέρω ἴσω καὶ [ὁμοίω, εἰς μὲν] τὸν ἕτερον· εἰ λῶιον καὶ ἄμει-
25 [νό]ν ἐστι τῶι δήμ[ωι τῶι Ἀθηναίων μισ]θοῦν τὸμ βασιλέα τὰ νῦ-
[ν ἐ]νειργασμ[έ]να [τῆς ἱερᾶς ὀργάδος τὰ ἐν]τὸς τῶν ὅρων εἰς οἰ-
[κ]οδ̣ομία̣ν τ̣ο̣ῦ προ̣[στώιου καὶ ἐπισκευὴν τοῦ ἱ]ε̣ροῦ̣ τοῖν θεο-
ῖν· εἰς δὲ τὸν ἕτερον κ[α]ττίτ[ερον· εἰ λῶιον καὶ ἄμει]νόν ἐστι
τῶι δήμωι τῶι Ἀθηναίων τὰ ν[ῦν ἐντὸς τῶ]ν ὅ[ρων ἐ]νειργ[α]σμέν-
30 α τῆς ἱερᾶς ὀργάδος ἐᾶν ἄνετα [τοῖν θ]εοῖν· ἐπειδὰν δὲ ὁ γραμ-
ματεὺς γράψηι, λαβὼν ὁ ἐ[π]ιστάτης ὁ ἐκ τῶν προέδρων συνειλ-
ιξάτω [τ]ὸν καττί[τε]ρον ἑ[κάτ]ερον καὶ κατειλίξας ἐρίοις εἰ-
ς ὑδρ[ί]αν [ἐμ]β[α]λ[έ]τω [χαλ]κῆν ἐναντίον τοῦ δήμου· παρασκευασ-
άντων [δ]ὲ τ[α][τ]α οἱ π[ρ]υτάνεις, οἱ δὲ ταμίαι τῆς θεοῦ κατενεν-
35 [κόν]των ὑ[δ]ρία[ς] χ[ρ]υ[σ]ῆν καὶ ἀργυρᾶν αὐτ[ί]κα μάλ[α] εἰς τὸν δῆμ-
ον, ὁ δ’ ἐπ[ι]σ[τ][τη]ς [διασ]είσας τ[ὴ]ν ὑδρίαν τὴν χαλκῆν ἑλκέτω τ-
ὸν καττ[ί]τ[ε]ρον ἑκάτερον ἐμ μέρει καὶ τὸμ μὲμ πρότερον εἰς
τὴν [ὑδ]ρ[ίαν τὴν] χρυσῆν ἐμβαλέτω, τὸν δὲ ὕστερον εἰς τὴν ἀργ-
υρᾶν καὶ [κα]τα[δ]ησ[ά]τω, ὁ δὲ ἐπιστάτης τ[ῶ]μ πρυτάνεων καταση-
40 μη[νά]σθω τ[ῆ]ι [δημ]οσίαι σφραγῖδι, παρασημηνάσθω δὲ καὶ τῶν
[ἄ]λλ[ω]ν [Ἀ]θ[ηναί]ω[ν] ὁ βου[λ]όμενος· ἐπει[δ]ὰν δὲ κατασημανθῶσιν,
ἀνεν[εγ]κ[ό]ντω[ν] οἱ [τα]μίαι τὰς ὑδ[ρ]ίας εἰς ἀκρόπολιν. ἑλέσθω
δὲ ὁ δ[ῆμ]ος [τρ]εῖς ἄνδρας, ἕν[α] μ[ὲ]ν ἐκ τῆς βουλῆς, δύο δὲ ἐξ Ἀθην-
αίω[ν ἁ]πάντων, οἵτ[ιν]ες εἰ[ς Δ]ελφοὺς ἀφικόμενοι τὸν θεὸν ἐπ-
45 ερ[ήσ]ο[ν]τ[α]ι [κα]θ’ ὁ[π]ότερα τὰ γρ[άμ]ματα ποιῶ[σ]ιν Ἀθηναῖοι περ-
ὶ τῆ[ς ἱ]ερ[ᾶ]ς ὀρ[γάδ]ος ε[ἴ]τ[ε] τ[ὰ] ἐκ τῆς [χ]ρυσῆς ὑδρίας εἴτε τὰ ἐκ
τῆ[ς ἀ]ρ[γ]υρ[ᾶς· ἐπειδ]ὰν [δ][ἥκ]ωσιν παρὰ τοῦ θεοῦ, καθελόντωσα-
ν τὰ[ς] ὑδ[ρί]α[ς καὶ] ἀνα[γ]νωσθ[ήτ]ω τῶι δήμωι ἥ τε μαντεία καὶ τὰ
[ἐ]κ τῶ[ν κα]ττ[ι]τέρω[ν] γρ[ά]μματα· καθ’ ὁπότερα δ’ ἂν τὰ γράμματα ὁ
50 θεὸ[ς][ν][ληι] λῶιον [καὶ ἄμειν]ον εἶναι τῶι δήμωι τῶι Ἀθηναί-
ω[ν] κα[τὰ ταῦτα π]οι[εῖν, ὅπ]ω[ς][ν] ὡς εὐσεβέστατα ἔχει τὰ πρὸς τ-
ὼ θεὼ [καὶ μηδέποτ’ εἰς τὸν λοιπ][ν] χρόνον μηδὲν ἀσεβὲς γίγν-
ητ[αι περὶ τῆς ἱερᾶς][ργάδος καὶ] περὶ τῶν ἄλλων ἱερῶν τῶν Ἀ-
θ[ήνησιν· νῦν δὲ ἀν]αγράψα[ι] τόδε τὸ ψήφισμα καὶ τὸ πρότερον τὸ
55 Φι[λ]ο[κ]ράτο[υς τὸ περὶ τῶν][ερῶν] τὸν γραμματέα τῆς βουλῆς ἐ-
ν στ[ήλαιν λιθίναιν καὶ στῆσαι τὴν] μὲν Ἐλευσῖνι πρὸς τῶι π-
ρο[πύλωι τοῦ ἱεροῦ, τὴν δὲ ἐν τῶι Ἐλε]υσινίωι τῶι ἐν ἄστει· θῦ-
[σαι δὲ καὶ ἀρεστήριον] το[ῖν θεοῖν] τὸν ἱ[ε]ροφάντην καὶ τὴν ἱέ-
[ρειαν τῆς Δήμητρος, δοῦναι δ’ αὐτοῖς] τὸν ταμίαν τοῦ δήμου τὸ
60 [ἀργύριον τριάκοντα δραχμάς]· δοῦ[ν]αι [δ]ὲ καὶ εἰς τὴν ἀναγρα-
φ[ὴν ταῖν στήλαιν ∶ ΔΔ ∶ δραχμὰς εἰς] ἑκ[α]τέραν ἐκ τῶν κατὰ ψη-
φ[ίσματα ἀναλισκομένων τῶι δή]μωι· [δ]οῦναι δὲ καὶ τῶν αἱρεθ-
[ντων εἰς Δελφοὺς ἑκάστωι ․․․] δρ[α]χμὰς εἰς ἐφόδια· δο͂ναι δὲ κα[ὶ]
το[ῖς αἱρεθεῖσιν ἐπὶ τὴν ἱερ]ὰν ὀργάδα ∶ 𐅃 ∶ δραχμὰς ∶ ἑκάστ-
65 [ωι ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσμα]τα ἀναλισκομένων τῶι δήμωι· π-
[αρασχεῖν δὲ ὅρους λιθίνους], ὁπόσων ἂν προσδέηι, τοὺς πωλη-
[τὰς ποιήσαντας μετὰ τῆς] βουλῆ[ς μ]ίσθωμα, τούς τε προέδρος
[τῆς βουλῆς καὶ τοὺς πωλητὰς συγ]γράψαι καθότι ἐξεργασθήσ-
[ονται, ἐπιμελεῖσθαι δ’ ὅπως ἐπι]σταθήσονται τῆς ἱερᾶς ὀργ-
70 [άδος οἱ ὅροι, καθὰ δείξου]σιν οἱ αἱρεθέντες· τὸ δὲ ἀργύριον
[․․․․․․․․․․20․․․․․․․․․․]ΣΟ[․․]λ[ί]θοις τοὺς ὅρους δοῦναι τὸ-
[ν ταμίαν τοῦ δήμου ἐκ] τῶν κατὰ ψηφί[σ]ματα ἀναλισκομένων [τ]-
[ῶι δήμωι].                                          vacat
[οἵδε ἡιρέθησαν ἐπὶ τὴν ἱερὰν] ὀργά[δ]α ἀντὶ τ̣ῶν̣ ἐκπ̣επτωκό[τ]-
75 [ων νέους ὅρους θεῖναι ∶ ἐκ τῆς β]ο[υλῆ]ς ∶ Ἀρκεφῶν ∶ Ἁ̣λ̣α̣ι̣εύς [v]
[․․․․․․․․․․․․․․29․․․․․․․․․․․․․․․]ης· Θριάσιος, vacat
[․․․․․․․․․․․․․26․․․․․․․․․․․․․] Ἁγνούσιος· vacat
[ἐξ ἰδιωτῶν· ․․․․․․․․17․․․․․․․․․]ιος [∶] Ἱπποκράτης ∶ ἐκ Κερ[α]-
έων, ․․․․․10․․․․․]ος ∶ [Χαιρ]ε[φ][ν ∶] ἐκ [Κ]ηδῶν ∶ Ἐμμενίδης ∶ ἐ[κ Κ]-
80 [οίλης, ․․․․․11․․․․․․ Σ]ουν[ιεύς ∶ Ἀ]ριστείδης ∶ Οἰῆθεν vacat
[․․․․․․․․17․․․․․․․․․]ιος ∶ Γλαύκων ∶ Περιθοίδης ∶ Φαῖδρος
[․․․․8․․․․ ∶ ἐπὶ τὸ μαν]τεῖον εἰς Δελφοὺς ∶ ἐξ ἰδιωτῶν· vacare videtur
[․․․․․․․․17․․․․․․․․․]εύς ∶ Εὐδίδακτος ∶ Λαμπτρεύς· vacare videtur
[ἐκ τῆς βουλῆς· ․․․7․․․․]ος ∶ Λαμπτρεύς ∶ [τ][δ]ε ἐπαν[ο]ρθοῦται·
85 [ἐὰν δέ το προσδέηι τόδ]ε τὸ ψήφισμα, τὴν βουλὴν κυρίαν εἶνα-
[ι ψηφίζεσθαι ὅτι ἂν αὐτῆι δ]οκῆι ἄριστον εἶναι.
                                                        vacat 0.12 m.
Search Help
Contact Us