[ ] Att. — non-stoich. — med. s. III a.
1 [Ἐπι]γένη[ς Μητροδώρου]
[Κ]υδαθηναιεύς.
Προκλείδης ἐκ Κεραμέων εἶπεν· [ἐπ]-
ειδὴ Ἐπιγένης ἄρχων αἱρεθεὶς [ὑ]-
5 πὸ Μεσογέων τὰς θυσίας ἔθυσε το[ῖ]-
ς τε θεοῖς καὶ τοῖς ἥρωσι καλῶς καὶ
κατὰ τὰ πάτρια καὶ τῆς πονπῆς ἐπ-
εμελήθη τῶι Ἡρακλεῖ καλῶς καὶ φ-
ιλοτίμως 〚ς〛 καὶ τὰ κρέα ἅπαντα ε̣ἰσέ-
10 πραξε, δεδόχθαι Μεσογείοις, ἐπα-
ινέσαι αὐτὸν καὶ στεφανῶσαι χρ-
υσῶι στεφάνωι ἀπὸ πεντακοσίων [δ]-
ραχμῶν· καὶ ἀνειπέτω ὁ κῆρυξ ἐν τ-
εῖ ἑορτεῖ τοῦ Ἡρακλέους ἐν τῶι
15 [*(H]RAKLE/WI O(/TI *MESO/GEOI STEFANOU=-
[S]I *)EPIGE/NHN *MHTRODW/ROU *KUDAQH-
ναέα δικαιοσύνης ἕνεκα. ἐπαινέ-
σαι δὲ καὶ τὸν ἱερέα τοῦ Ἡρακλ<έ>ους
καὶ τὸν τοῦ Διόμου καὶ τοὺς μνήμο-
2 νας καὶ τὸν πυρφόρον καὶ τὸν κορα-
γωγὸν καὶ τὸν κήρυκα τὸν πάτριον καὶ
στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ
5 στεφάνωι ὅτι [κ]αλῶς καὶ φιλοτίμως
συνεπεμελήθησαν τῆς πομπῆς τῶι Ἡ-
25 ρακλεῖ καὶ τῆς θυσίας. ἀναγράψαι δ-
E\ TO/DE TO\ YH/FISMA E)N STH/LHI LIQI/N-
ηι καὶ στῆσαι ἐν τῶι ἱερῶι, εἰς δὲ τ-
ὴν ἀναγραφὴν τῆς στήλης δότω ὁ ἄρ-
χων Ἀδείμαντος̣ ∶Δ∶ δραχμὰς ἐκ τῆς
30 κοινῆς προσόδου τῶν τοῦ θεοῦ χρη-
μάτων καὶ εἰς θυσίαν ∶Δ𐅃∶ δραχμάς.
             vacat
Search Help
Contact Us