Posthumous honorific decree for Perikles, son of Obrimotes. Cylindrical limestone statue base; molding at top and bottom.
[ ]
Pisidia — Termessos (Güllük Dağı) — late 2nd c. AD — SEG 47.1771 — Epigr. Forsch. in Termessos IV (2007) 78, 19
| 1 | Περικλέα Οβριμοτου Ἑρμαίου Πα[δα]- |
| μουριος, φιλόπατριν, υἱὸν πόλεως̣, [δι’] | |
| αἰῶνος γυμνασίαρχον, προήγορον̣ | |
| τ̣ῆς πόλεως ἀεὶ γενόμενον, ἄρξαντ[α] | |
| 5 | τ̣ὴν ἐπώνυμον τῶν ἀρχιπροβούλων ἀρ- |
| χήν, ἐπωφελῶς καὶ διαφερόντως πολει- | |
| τευσ̣άμενον, τὰς δύο ὁδοὺς βασιλικὰ̣[ς] | |
| καταλιπόντα τῇ πόλει, εἰς λόγον θεωρία̣[ς] | |
| 𐆖 ͵ξ̣τʹ, εἰς δὲ λόγον γυμνασιαρχίας καὶ | |
| 10 | ἀγώνων ἐννεετηρικῶν δόντα κλῆρόν |
| τε τὸν ἐν Κερυανδοις καὶ κτῆσιν τὴν ἐν | |
| Νέᾳ Κώμῃ τῇ κάτω καὶ τὴν ἐν Ναιβοις, ἐ̣ν | |
| ταῖς δ̣ὲ Οατυησσου ἀμπέλοις καὶ κτήσ̣- | |
| εις τὰς ἐν Κοβαυνοις καὶ τὰς ἐν Κ̣λ̣υ̣α- | |
| 15 | μοις αὐτοῦ ὅλας καὶ κτῆσιν τὴν ἐν Κο- |
| λονταις, πολλὰ καὶ ἄλλα ἀγαθὰ διαπρα- | |
| ξάμενον τῇ πόλει· τὸν δὲ ἀνδριάντα | |
| ἀνέθηκε Ἑρμαῖος Οβριμοτου Ἑρμαίου | |
| Παδαμουριος, φιλόπατρις, υἱὸς πόλεως, | |
| 20 | ὁ ἀδελφὸς αὐτοῦ, κατὰ τὴν τοῦ Περικλέους |
| vacat διαθήκην. vacat |