Foundation of Diotimos, son of Samos.  Base with upper moldings.
[ ] Pisidia — Ariassos (Bademağacı, S. of) — ca. 238 AD — BCH 16 (1892) 427, 58 — IGR III 422 — SEG 13.546
1 ἀρχιερεὺς τῶν Σεβαστῶν Διότειμος
Σάμου ἄρχουσι τῆς κρατίστης Ἀριασσέ-
ων πόλεως, τῆς γλυκυτάτης πατρίδος
μου, καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν.
5 καὶ πρότερον μὲν τὴν προαίρεσιν τὴν ἐμὴν
ἣν ἔχω πρὸς τὴν πατρίδα φανερὰν ἐποίησα
ἐξ ὧν ἐπὶ τῆς βουλῆς εἶπον, καὶ νῦν δέ,
ὑπὲρ τοῦ μὴ ἀμάρτυρόν τι ἢ ἄγραφον ε[ἶναί]
μου τὴν ὑπόσχεσιν, διὰ τῆς ἐπιστολῆς ταύτ[ης]
10 δηλῶ, ὅπως ἥ τε πᾶσα μου δωρεὰ καὶ ἡ αἵρεσις ἐφ’ [ᾗ]
δίδωμι, ἣν φυλαχθῆναι διὰ πάντος ἀξιῶ, φανερὰ τυγχ[άνῃ].
δίδημι δὲ καὶ χ<α>ρίζομαι τῇ γλυκυτάτῃ πατρίδι μου
κτῆσιν μου [ἐ]νοῦσαν τόπῳ Παυναλλοις ἐν ὑπερ[ορί]-
οις, ἔν τε ἀμπελικοῖς καὶ σειτοσπόροις, πεδε[ι]-
15 νοῖς τε καὶ ὀρεινοῖς, καὶ τοῖς ἐποικίοις, πᾶ-
σαν ὥς ἐστιν, μηδενὸς ὑφ[ῃ]ρημένου. τῆς κτή-
σεως, ὡς καὶ τότε ἐπὶ τῆς βουλῆς εἶπον, τὴν χρ[είαν]
καὶ τὴν καρπείαν ἕξω ἐγὼ παρὰ τὸν τῆς ζωῆς χρό-
νον· ὑπὲρ δὲ τοῦ μὴ δοκεῖν ἀπροσοδίαστον
20 τὴν δωρεάν μου τῇ πόλει καὶ παρὰ τὸν τῆς ζωῆς
μου χρόνον τυνχάνειν, τελέσω, οὐχ ὡς πρ[ότε]-
ρον ἐπὶ τῆς βουλῆς ἶπον, ἀπὸ τοῦ τρίτου τῆς
ἀρχιερωσύνης ἔτους, ἀλλὰ ἀπὸ τοῦ ἔ[τους τού]-
[τ]ου καὶ αὐτοῦ, 〚[?δηνάρια — — — ἅτινα]
25 χωρήσει εἰς ἐλεοθέσιον χρόνου οὗ ἐξαρκές
[— — — — — — — — — — — — — — — —]
Search Help
Contact Us