Dice oracle.  Tall rectangular pillar, inscribed on four sides.
[ ] Pisidia — Kremna (Çamlık-Girme) — reign of Hadrian
side A (North).1 mandatu ∙ L(uci) ∙ Fabrici ∙ Longi ∙ Vibia
Tatia uxor ∙ eius ∙ et Fabricia ∙ Lu-
[cill]a f(ilia) et heres Mercu-
                          ri%⁸¹um [dedicav]e-
5                           runt.
I.6 [  ααααα    ε     Δι]ὸς [Ὀλ]υμ[πίου]·
[— — — — — — — — — — — — — τ]άδ[ε φράζει]·
[— — — — — — — — — — — — — ξ]έν[ε, δώσει].
δώσει δ’ εὐφρ̣οσ̣ύν̣η̣ν̣ [ἔργοις, ἀνθ’ ὧν σὺ χαρ]ήσ̣[εις]
10 [ἀλλ’ Ἀφρ]ο̣δ̣ί̣τ̣η̣[ν ἱλάσκου καὶ] Μ̣α̣ιϊά̣δ̣ο̣ς̣ υ̣ἱόν̣.
II.11 [  ααααγ    ζ]     Ἀ[θηνᾶς] Ἀ̣ρ̣ε̣ί̣α̣ς̣·
[χεῖοι τ]έ̣σσαρε̣ς̣ [ὄ]ν[τες, τρεῖος] εἷς, τ̣άδ̣ε φρά̣[ζει]·
[ἔχθραν] κ̣αὶ κα̣κό̣τ̣%⁸¹η̣τ̣α̣ φ[υγὼν ἥξεις ποτ’] ε̣ἰς ἆ̣θλα.
[ἥξεις] κ̣αὶ δώ̣σε̣ι σ̣ο̣ι θεὰ γ[λαυκ]ῶπι[ς Ἀθ]ήνη·
15 [ἔσται] σοι πρ[ᾶξι]ς κατ̣[αθύμιος, ἣν] ἐ̣πιβ̣ά̣λ̣λ̣ῃ.
III.16 [  ααααδ ] η     Μ̣οιρ[ῶν]·
[τέσσ]α̣ρε%⁸¹ς εἷς πειπ̣[τ— —]
[πρᾶξιν], ἣν [— —]
[ἄμφι] δὲ κ[ά]μν̣οντ̣α [— —]ο̣ν̣[— —]
20 [εἰ δ’ ἀ]πό[δ]ημ̣ον̣ ἰ̣δ̣έσθαι χ̣ρ̣ό̣[νον — —] ἔσται.
IV.21 [  ααα]γγ   θ     Ἀετ̣οῦ·
[εἰ δέ] κε π̣ε̣ί̣π̣τ̣ωσι̣%⁸¹ν δύο τ̣ρ̣ε̣ῖ̣ο̣[ι, τρεῖς δ’ ἅμα] χε̣ῖ̣οι·
[αἰετὸς ὑψ]ιπέτης εἰς δ̣[εξιὰ χειρὸς ὁδ]εί̣τ̣αις
[ὢν ἐ]π̣ὶ̣ μαντείαν ἀ̣γα̣θ̣[ήν· σὺν Ζηνὶ Μεγίσ]τ̣ῳ̣.
25 [τεύ]ξῃ, ἐ̣φ̣’ ἣ̣ν ὁ̣ρ̣μ̣[ᾷ]ς π̣[ρᾶξιν· μηδὲν δὲ] φο̣[β]ηθ̣ῇ̣ς̣·
V.26   ϛ[αα]α̣α       [ι    Δαί]μο̣ν[ος Μεγίστ]ου·
[ἑξεί]της μοῦν̣[ος καὶ χ]ε̣ῖοι τέσσαρ[ες ὄ]ντε[ς]·
[Δαί]μ̣ονι, ἥν[τιν’ ἔχεις, εὐχὴν ἀ]π̣ο̣δ̣όντι̣ σο̣[ι][σται]
[βέλ]τ̣ι̣ο̣ν̣, ε[ἰ μέλλεις πράσσειν κατὰ νοῦν, ἃ μ]ε[ριμ]ν̣ᾷ̣[ς].
30 [Δη]μ̣ήτ̣ηρ γάρ σ[οι καὶ Ζεὺς σωτῆρες ἔσο]ντα[ι].
VI.31 [  α]α̣α̣δ̣γ [    ι     Τύχης Κηδεμόνος]·
[εἰ] δ̣έ̣ κ%⁸¹ε τρ̣εῖς χε̣[ῖοι καὶ τέσσαρα] καὶ τ̣%⁸¹ρί’ ὁ πέμπτ̣ο[ς]·
[τ]ὴ̣ν π̣ρ̣ᾶξιν μὴ π̣[ράξῃς], ἣ̣ν ν[ῦν] ἐπιβάλλῃ.
[τ]όν γε νοῦν σὸ[ν ἐ]όντα θε̣[οὶ κ]ατ̣έ̣χουσιν ἐτ’ [αὐτόν],
35 [τό]ν τ̣ε πόνον [λύσουσι θ]ε̣οὶ κ̣[αὶ οὐθὲν κακ]ὸν ἔσται.
VII.36   γγγαα    ι̣α̣     Νε̣ίκης·
[εἰ] δέ κε τρ̣[εῖς τ]ρ̣ί̣α πείπ[τωσιν, χεῖοι δὲ δύο] δ’ ἄλλο[ι]·
[νι]κήσεις, [λ]ή̣[μψῃ δ’ ἃ θ]έλε̣[ις, τὰ δὲ πάντα σοι ἔστ]α̣ι̣·
[τι]μ̣ητόν σε̣ τ̣ι̣θ̣ε̣ῖ̣ [Δαίμων, ἐχθρ]ῶ̣ν τ̣ε̣ κρατήσε[ις].
40 [βουλὴ δ’] ἔστ̣[αι σοι κατ]α̣θ̣[ύμιος], ἣν ἐπιβάλλῃ.
VIII.41   δ̣δ̣α̣α̣α̣    ι̣α     Νε̣ίκης Ἱλ̣α̣ρ̣ᾶ̣ς·
[εἰ δέ κε] πείπτ̣ω̣σ̣ιν δ̣ύ̣ο̣ τ̣έσ[σαρα, τ]ρ̣εῖς [δ’] ἅμα χ[εῖοι]·
[τ]ὴν πρᾶ[ξιν πᾶσαν — — — — ·ἔσται] γὰ̣ρ ἄ̣μεινον·
[τ]όν τ̣ε νοσ̣οῦντ̣α̣ θ̣ε̣ο̣ὶ̣ [σώσουσ’] ἀπ̣ὸ κ̣λ̣[ε]ίν[ης].
45 [καὶ] τ̣ὸν ἐν ἄ̣λ̣[λῳ δήμῳ ἐόντα ἥξει]ν θε̣ὸ̣ς αὐδᾷ.
IX.46   δ̣αα̣γγ    ι̣β̣     Ἀσκλ%⁸¹ηπ̣ιο̣[ῦ]·
[τέ]σσαρα εἷς πέιπτων, χεῖοι δ̣ύ̣ο̣ κ̣αὶ δ̣ύο τ̣ρε̣ῖ̣οι·
[πρά]ξει μὲν χειμὼ̣ν ἐνκείσεται, ἀ̣λ̣λ̣ὰ̣ κα̣λ̣ό̣ν το[ι]·
[καὶ] τ̣ὸ̣ν κά̣μνοντ̣’ ἐ[ν νούσῳ σώσειν θε]ὸς αὐδ̣[ᾷ].
50 [τ]ό̣ν τ̣’ ἀπόδ̣ημο̣[ν] ἐό[ντα σώσου]σιν ἐς ο̣[ἴκους].
X.51   αααϛγ    ι̣β     Τ̣ύχη̣ς Κυβ̣ερνώσης·
[τρ]εῖς χεῖοι καὶ ἑξείτης πέμπτος τρί’ ὁ πέμπτο[ς]·
[μ]ήπω σπεῦδε· μολεῖν οὐκ ἔστ’, ἀλλ’ ἐπίμεινον·
[εἰ] δ̣ὲ κενοσπού̣δ̣ω̣ς χρῄσῃ, [ἑαυ]τὸν μέγα βλάψεις.
55 [ἐ]π̣ιμείναντι δὲ καιρὸς καὶ πάντ’ ἐπιτεύξῃ.
XI.56   αααϛδ    ιγ     Ἀφροδείτης·
[τ]ρεῖς χεῖοι̣ [κ]α̣ὶ [ἑξ]είτης, πέμπτος [τέσσαρα πείπτ]ω[ν]·
[σ]τέλλε, ὅπου χρ̣ῄζεις· χαίρων σὺ δ̣ὲ̣ οἴκα̣δ̣’ ἀ̣φί̣[ξῃ]
[ε]ὑ̣ρ̣ὼν καὶ πρά[ξ]ας, ὅσσα φρεσὶ σῇσι μενοινᾷς·
60 [ἀ]λλ’ Ἀφροδείτην ε̣ἱλά̣σκου̣ καὶ Μαϊάδος υἱόν.
XII.61   αγγγγ    ιγ     Δ̣ιὸς καὶ Ἀθηνᾶς· ❦
[εἷς] χεῖος, τρεῖοι δ’ οἱ τέσσαρες εἰ πε̣ίπτωσιν·
[εἰς] πρᾶξιν πᾶ̣σαν ἀγα̣[θ]ὸς κ̣α̣ὶ̣ ἑ̣τ̣οῖμος ἐπ’ ἔργον·
[τ]ό̣ν γε νοῦν σὸν ἐ[όν]τα θεοὶ σώσουσιν ἑτοίμ[ως].
65 καὶ περ̣ὶ̣ τ̣ῶ̣ν ἄλλω̣ν μα̣ντεί[ω]ν ἐστὶ καλόν σο[ι].
XIII.66   ααγδδ    ιγ     Ὡ̣ρῶν·
[{²very scant letter traces on foot}²]
[— — — — — — — — — — — — — — —]
[β]ο̣υ̣λήν, ἣν πράσεις, θεὸς οὐκ ἐᾷ, ἀλλ’ ἐπίμεινον.
70 δεινὸν δ’ εἰς ἔριν ἔ̣[ρχ]εσθαι̣ καὶ ἀγῶνα δίκην τε.
side B (West).XIV.71 αγγγδ ιδ Ποσειδῶνος·
εἷς χεῖος καὶ τρία τρεῖς καὶ τέσσαρες εἷ<ς>· θεὸς αὐδᾷ·
λακτίζεις πρὸς κέντρα, πρὸς ἀντία κύματα μοχθεῖς.
ἰχθὺν ἐν πελάγει ζητεῖς, μὴ σπεῦδ’ ἐπὶ πρᾶξιν·
75 [οὔ σοι χρήσι]μ̣όν ἐστι θ̣[εοὺς βιάσασ]θ̣α̣ι̣ ἀκαί%⁸¹ρως.
XV.76 [        ϛααγγ] ι̣δ  Δαίμονος·
[μοῦνος δ’ ἑξ]είτης, χεῖοι δύο καὶ τρία δισσοί·
[μηδὲ σὺ φρικ]τ̣ὰ νόει μηδ’ ἀντία Δαίμοσιν εὔχου·
[δεινὰ φρονε]ῖς· οὐθὲν γὰρ ὀνήσιμόν ἐστιν ἀπ’ αὐτοῦ.
80 [οὐδ’ ὁδόν, ἣν σ]τείχεις, κέρδος τί σοί ἐστιν ἀπ’ αὐτῆς.
XVI.81 [        δδδαα  ι]δ̣  Ἀγαθοῦ Δαίμονος·
ε̣ἰ̣ δέ κε π̣εί̣πτωσιν τρεῖς τέσσαρα, χεῖοι δὲ δυ’ ἄλλοι·
ἡγεμονεύσει σοι Δαίμων ὁδόν, ἣν ἐπιβάλλῃ·
π〚—〛έμψει {²⁶πέμψει}²⁶ δ’ εἰς ἀγαθόν σε φιλομμείδης Ἀφροδείτη.
85 σὺν καρποῖς ὕπαγε καὶ ἀπήμονι Μ%⁸¹οίρῃ.
XVII.86         αγγδδ  ιε  Διὸς Σωτῆρος·
εἷς χεῖος, τρία πείπτοντες δύο, τέσσαρα δ’ οἱ ἄλλοι·
ἣν ἐπιβάλλῃ πρᾶξιν, θαρρῶν ἴθι, πράσσε.
ἐνχείρει· καλὰ μαντεῖα θεοὶ τάδ’ ἔφηναν·
90 μήτ’ ἐπὶ νοῦν ἀλέου· οὐθὲν γάρ σοι κακὸν ἔσται.
XVIII.91         αααϛϛ  ιε  Διὸς Ἄμμωνος·
χεῖοι τρεῖς, δύο δ’ ἑξεῖται, τάδε σο%⁸¹ι θεὸς αὐδᾷ·
ἣν φ%⁸¹ρεσὶν ὁρμαίνεις ἰέναι, ταύτην ἴ%⁸¹θι θαρρῶν.
πάντα σοι θεὸς εὖ δώσει, πράξεις δ’ ὅσα βού%⁸¹λει·
95 Ζεὺς ὑψιβρεμέτης σωτὴρ καὶ πάντα σο%⁸¹ι ἔσται.
XIX.96         γγγγγ  ιε  Τύχης Σωτείρ%⁸¹ης·
εἰ δέ κε πάντες ὁμοῦ πείπτωσιν τρ%⁸¹εῖ%⁸¹οι ὁμοῖοι·
ἥδε νέον τίκτουσα βρέφος ξηροὺ%⁸¹ς ἔχε μαστούς·
ἀλλὰ πάλιν βλάστησε καὶ ἀπέρρε%⁸¹υσε γάλακτος·
100 καὶ τότε ἕξεις καρποὺς περὶ ὧν μ’ ἐπερ%⁸¹ωτᾷς.
XX.101         δγϛαα        ιε        Δι%⁸¹ὸς Ξενίου·
τέσσαρα εἷς καὶ τρία ἑξείτης, χεῖοι δὲ δυ’ ἄλλοι·
πρᾶξιν, ἐφ’ ἣν μέλλεις ἰέναι, μὴ σπεῦδ’, οὔπω γὰρ ὁ καιρός·
ἐν νούσῳ δέ τ’ ἐόντα θεοὶ σώσουσιν ἑτοίμως,
105 καὶ τὸν ἐν ἄλλῃ χώρᾳ ἐόντα ἥξειν θεὸς αὐδᾷ.
XXI.106         ϛγγγα      ιϛ            Ἡρακλέους·
ἑξείτης εἷς, τρεῖς δὲ τρία καὶ πέμπτος ὁ χεῖος·
ο̣ὔπω καιρὸν ὁρῶ, σπεύδεις δὲ σύ· μὴ κενὰ μόχθει,
μηδ’ ὥς τίς τε κύων τυφλὴν ἐκύησε λοχείην·
110 ἥσυχα βουλεύου· καί σοι θεὸς ἡγεμονεύσει.
XXII.111         ϛδδαα      ιϛ      Ἄρεως·
ἑ̣ξείτης εἷς, δύο τ%⁸¹έσσαρα καὶ δύο χεῖ%⁸¹οι·
τί σπεύδεις; μέν’ ἐπ’ ἡσυχίης, οὔπω γὰρ vac. ὁ καιρός·
εἰ δὲ κενοσπουδεῖς ματαίως, ἀνέτοιμα διώκεις.
115 οὔπω καιρὸν ὁρῶ, με%⁸¹ικρὸν δὲ παρεὶς ἐπιτεύξῃ.
XXIII.116         δγγγγ      ιϛ        Κρόνου·
τέσσαρα πείπτων <εἷς>, τρία τέσσαρες ἄλλοι·
[σ]κορπίοι ἑστᾶσιν καθ’ ὁδόν· μὴ σπεῦδ’ ἐπὶ πρᾶξι̣[ν],
[ἣ]ν μέλλεις· μεῖνον δέ, καὶ ὕστερον ἔσται, ἃ βούλει.
120 [οὔ]τε γὰρ ὠνεῖσθαι τόδε λώιον οὐτ’ ἀποδόσθα%⁸¹ι.
XXIV.121         δδδαγ  ιϛ      Ἀπόλλωνος Δελφικοῦ·
[τέ]σ̣σαρα τρεῖς καὶ εἷς χεῖος καὶ τρεῖος ὁ πέμπτος·
μὴ σπεῦδ’· οὔπω καιρὸν ὁρῶ· μετὰ ταῦτα δὲ πράξεις
πάντα κατὰ γνώμην, καί σοι θεὸς ἡγεμονεύσει.
125 μήτε γὰρ ὠνεῖσθαι σπεύσῃς τόδε μήτ’ ἀποδόσθ̣αι.
XXV.126         ϛϛααγ  ιζ   Εἴσιδος Σωτείρης·
[δι]σ̣σοὶ δ’ ἑξεῖται, δύο χεῖοι, τρεῖος ὁ πέμπτος·
[εἰσα]φικοῦ, ἐκ τρίποδος φθόνγον δέχου· ἔσται ὁ καιρὸς
[πλ]ήρης καὶ θαλαμῶν· σὺ γαμήσας οἴκαδ’ ἀφείξῃ·
130 [πει]ρανεῖς, ἃ θέλεις πράξας, εὑρὼν δ’ ἃ μεριμνᾷς.
XXVI.131         αϛγγδ    ιζ        Ἑρμοῦ Σωτῆρος·
[χ]εῖος καὶ ἑξείτης, δύο τρεῖοι, τέσσαρ’ ὁ πέμπτος·
ο̣ὐθέν σοι λυπηρὸν ὁρῶ, περὶ ὧν μ’ ἐπερωτᾷς·
μηδ’ ὀλιγοψύχει, θ̣αρρῶν ἴθι, πάντα δ’ ἃ χρῄζεις
135 εὑρήσεις· εὔχη τ’ ἔσται καὶ καιρὸς ἄμεμπτος.
XXVII.136         δδγγγ    ιζ          Σεράπιδος·
τέσσαρα δ’ εἰ πείπτωσιν δύο καὶ οἱ τρε<ῖ>ς τρεῖοι·
θάρσει, ἀγωνίζου· Ζεὺς Κτήσιός ἐστιν ἀρωγός·
τόν τε σὸν ἀντίπ̣[αλ]ον κολάσῃ κ’ ὑποχείριον ἕξεις.
140 δώσει δ’ εὐφροσ[ύνην] ἔργοις, ἀνθ’ ὧν σὺ χαρήσῃ.
XXVIII.141         α[δδδδ   ιζ]        Νεμέσεως·
[εἰ] δὲ πε[ίπτει μοῦνος χεῖ]ο̣ς̣ καὶ τέσσαρες ἄλλοι·
[νῦ]ν̣ σ̣[οι πάντα τελεῖ Δαίμω]ν καὶ εἰς ὀρθὸν ὁδηγε̣[ῖ]·
[πράξεις πᾶν κατὰ νοῦν· καὶ μηκέτι] τ̣ρ̣ῦχε σε̣[αυτόν].
145 [— — — — — — — — — — — — — — — — — — — —]
side C (South).XXIX.146     ϛϛααδ     ιη     Ἀδραστείας·
τὴν πρᾶξιν πράσσων ἐνχείρει· ἔσται γὰ[ρ ὁ καιρός]·
ἔν τε μέσοις χαλεπὴ καὶ κίνδυνος παρά̣[κειται].
καὶ περὶ τῶν ἄλλων μαντείων ἐστὶ καλ[ῶς σοι].
XXX.150     αϛδδγ     ιη     Διὸς Κεραυνίο[υ]·
οὐκ ἔστιν πράσσοντα κατὰ γνώμην, ἃ μερι̣μ̣[νᾷς].
οὔτε γὰρ ἐν ἄλῳ δήμῳ ἰέναι σύμφορόν ἐ[στιν].
οὔτε ὠνούμενος αἰσθήσει οὔτε ὀνήσιμον [ἔσται].
XXXI.154     δδδγγ     ιη     Δαίμονος Μεγίστο[υ]·
155 οὔ σοι ὁρῶ βουλὴν τήνδ’ ἀσφαλῆ, ἀλλ’ ἀνάμει̣[νον]·
εὖ πράξεις· ἔσται δὲ τύχη μετὰ ταῦτα· τὰ νὺν δὲ
ἥσυχος ἴσθι, θεοῖς πείθου καὶ ἐπ’ ἐλπίδος ἴσθ̣[ι].
XXXII.158     ϛγγγγ     ιη     Ἀγαθοῦ Κρόνου·
μὴ σπεύσῃς {ης}, Δαίμων ἀντίσ<τα>ται, ἀλλ’ ἀνάμει̣[νον]·
160 μηδ’ ὥς τίς τε κύων τυφλὴν ἐκύησε λοχε̣ί̣η̣ν·
ἥσυχα βουλεύου̣, καί σοι χαριέντα τελεῖτ̣αι.
XXXIII.162     ϛϛαγγ     ιθ     Ἐλπίδος Ἀγαθῆ%⁸¹ς·
ἑ̣ξεῖται δύο, δύο τρεῖοι καὶ μοῦνος ὁ πέμπτος·
εὔοδά σοι πάντ’ ἐστὶ καὶ ἀσφαλῆ, ὧν μ’ ἐπερω̣τ%⁸¹ᾷς·
165 μηδὲ φοβοῦ· Δαίμων γὰρ ὁδηγήσει πρὸς ἅπαντ̣α̣.
παύσει γὰρ λύπης χαλεπῆς, λύσει δ’ ὑπόνοιαν.
XXXIV.167     δδδϛα     ιθ     Διὸς Κτησίου·
θαρσῶν ἐνχείρι· καὶ ἐφ’ ἐλπίδος ἐστὶν ὁ χρ[η]σμός,
ὦ ξ%⁸¹ένε, μανύει καὶ τὸν νοσέοντα σεσῶσθαι.
170 εἰ δέ τι μαντεύῃ χρέος, ὃ χρῄσζεις, ἀπολήμψῃ.
〚— — — — — — {²line erased}² — — — — — —〛
XXXV.172     γδδδδ     ιθ     Ἑρμοῦ Κερδενπόρο[υ]·
Ζεὺς ἀγαθὴν βουλὴν σαῖσι φρεσίν, ὦ ξένε, δώσει̣·
ὧν ἕνεκ’ ἔσται πᾶν καλῶς, ἐπιτεύξῃ ἃ̣ βούλε[ι]·
175 εὑρήσεις δὲ ὅσα μαντεύῃ καὶ οὐδέν σοι κακόν.
XXXVI.176     γγγϛδ     ιθ     Νείκης·
μαντείαν ἀγαθὴν ἐνέπεις, ξένε· τήνδε νοήσα[ς]
πράξεις δὲ ὅσα {οσα} θέλεις καὶ συνλήνπτωρ θεὸς ἔστ̣[αι]·
νεικήσεις, καρποὺς λήμψῃ καὶ πάντ’ ἐπιτεύξῃ.
XXXVII.180     δδδδδ     κ     Μοιρῶν Ἀδυσωπητῶν·
ἠέλιος δὲ δέδυκεν, ἐφέστηκεν δ’ ὀλοὴ νύξ.
πάντα δ’ ἀμαυροῦται· παῦσαι, περὶ ὧν μ’ ἐπερωτᾷς·
οὔτε γὰρ ὠνεῖσθαι τόδε λώιον οὔτε ἀποδόσθα̣[ι].
XXXVIII.184     δγϛϛα     κ     Σελήνης·
185 τὴν πρᾶξιν ταύτην μήπω πράξεις· οὔκ ἐστί σοι ἐσθ̣[λόν]·
τὸν ξεῖνον <νο>σ{ο}έοντα {²⁶νοσέοντα}²⁶ σῴζειν θεὸς αὐδᾷ·
εἰ δὲ φόβος τις ἔνεστιν, οὐκ ἔσται σοι κακὸν οὐθέν.
XXXIX.188     ϛδδγγ     κ     Διοσκόρων Κηδεμόνω[ν]·
οὐκ ἔστιν σπεύδοντα τυχεῖν, ὅσα καιρὸς ἀνώγει.
190 κέρ̣δος ἔχεις· πάντη δὲ ἐστὶ νέφος ἐκ κακότητος·
δύσμορος ἡ πρᾶξις, μοχθηρὰ δὲ πάντα· φύλαξαι.
XL.192-197 {²omitted at this point but added on this side at the foot of the pillar}²
XLI.198     ϛϛδδα     κα     Δήμητρος·
εὔοδά σοι πάντα ἐστὶ καὶ ἀσφαλῆ, περὶ ὧν μ’ ἐπερωτᾷς·
200 μηδὲ φοβοῦ· Δαίμων γὰρ ὁδηγήσει πρὸς ἅπαντα.
καὶ οὐθέν σοι λυπηρὸν ὁρῶ· θαρρ̣ῶν δὲ βάδιζε.
XLII.202     δδδϛγ     κα     Ἡλίου Φωσφόρου·
ὅσσα θέλεις, πράξ%⁸¹εις· εὑρήσεις, ὅσσ%⁸¹α  μεριμνᾷς.
ἐνχείρι, ξένε, θαρρήσας, πάντ’ ἐστὶν ἑτοῖμα.
205 τἀφανὲς εὑρήσεις, σωτήριον ἦμαρ ἀπίξῃ.
XLIII.206     γγγϛϛ     κα     Τύχης ἐπὶ καλὰ προβιβαζούσης·
εἰσ<ὶ> καλα<ὶ> πράξεις· σπε̣ύδει<ν> δέ σε̣ χρησμὸς ὅδ’ αὐδᾷ.
ἐκφεύξῃ γὰρ νούσου χαλεπῆς, πάντων γε κρατή-
σεις, ❦ καὶ τὸν ἀλώμενον ἐν ξενίῃ χώρῃ ἥ-
210 ξειν θεὸς αὐδᾷ. ❦
XLIV.211     αϛϛϛγ     κβ     Μοιρῶν Ἐπιφανῶν·
εἰς στόμα μὴ δοῖς χεῖρα λύκῳ, μή σοί τι γένηται̣·
δυσχερές ἐστιν πρᾶγμα, περὶ οὗ πεύθῃ, καὶ ἄπιστον.
ἀλλ’ ἡσύχιος μένε τῆς ἀπόδου καὶ ἀγορασμοῦ.
XLV.215     δδ%⁸¹δδϛ κβ     Ποσειδῶνος·
εἰς πέλαγος σπέρμα βαλεῖν καὶ γράμματα γρά|[ψ]αι
ἀμφότερος μόχθος τε κενὸς καὶ πρᾶξις ἄκαρπος.
μηδὲ βιάζου θνητὸς ἐὼν θεόν, ὅς σέ τι βλάψει.
XLVI.219     δγγϛϛ     κβ     Ἄρεω[ς] Θουρίου·
220 μὴ βαίνε<ιν ὁδό>ν, ἣν μέλλεις, ξένε, τή̣νδε γὰρ οὐδείς·
[αἴθ]ω̣ν ἐσχώρησε λέων μέγας, ὃ̣[ν] πεφύλαξαι,
[δει]νός· ἄπρακτος ὁ χρησμός· ἐπ’ ἡσυχίῃ δ’ ἀ-
νάμε̣ι%⁸¹νον.
XL.192     ϛϛϛαα     κ     Ἡφαίστο[υ]· {²on foot of pillar}²
οὐκ ἔ̣σ̣τ̣ιν πρᾶξαί [τι, ματὴν]
[μὴ] δὴ̣ κ̣ε̣νὰ μόχθει καὶ μὴ πάν̣[τα] λ̣ί̣θ̣[ον]
195 κ̣ίνει, μὴ [καὶ] σκορπίον εὕρῃς.
[— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — —]
side D (East).XLVII.224 [      α]ϛϛϛδ κγ Ἀθη[νᾶς]·
225 Παλλάδ’ Ἀ%⁸¹θηναίην τε[ίμ]α καὶ πά[ντα σοι ἔσται],
ὅ̣σσα θέλεις. καί σοι τὰ δε[δογμένα πάντα τελεῖται]·
λ̣ύσει δὲ ἐκ δε̣[σμῶν — — — — — — — — — — —]
XLVIII.228       ϛϛδδγ [κγ Εὐφροσύνης]·
στέλλε, ὅπου σοι θυ̣[μὸς — —]
230 εὑρὼν καὶ πράξας κατ̣ὰ̣ [νοῦν — —]
εὐφροσύνην ὠνεῖσθαι πω̣[λεῖν — —]
XLIX.232       ϛϛϛγγ κδ Ἀπό[λλωνος]·
μίμνειν· μὴ πράξῃς· Φοίβο%⁸¹υ χρ̣η̣[σμοῖσι πείθου].
ἐν χρόνῳ καιρὸν τηρεῖν· νῦν δ’ ἥσυ̣[χος ἴσθι].
235 μεικρὸν ἐ%⁸¹πισχὼν τελέσεις πάν[θ’, ὅσσα μεριμνᾷς].
L.236       δδδϛϛ κδ Κρόνου Τεκνο[φάγου]·
μίμνε δόμων ἐπὶ σῶν· πάλι μηδ’ ἄ̣λ̣[λοθι βαῖνε],
μή σοι θὴρ ὀλοὸς κα̣ὶ ἀλάστωρ ἐνγύθεν [ἔλθῃ].
ο̣ὐ̣ γὰ̣ρ ὁρῶ πρᾶξιν τήνδε ἀσφαλῆ οὐδὲ β[έβαιον].
LI.240       ϛϛϛδγ κε Μηνὸς Φωσφόρου·
θάρσει· καιρὸν ἔ[χ]εις· πράξεις, ἃ θέλεις, καιροῦ τε ἐπ[ιτεύξῃ].
εἰς ὁδὸν ὁρμηθῆναι· ἔχει {ς} καιρόν τινα μόχθο[ς]·
ἔργον δ’ ἐνχειρεῖν ἀγαθὸν καὶ ἀγῶνα δί̣κ̣η[ν τε].
LII.244       ϛϛϛϛα κε Μητρὸς Θεῶν·
245 ὡς ἀρνῶν κ%⁸¹ρατ̣έ%⁸¹ουσ̣ι λύκοι κρατε<ρ>οί τε λέοντε[ς]
βοῦς ἕλικας, πάντων τούτων δ’ ἔ[τ]ι καὶ σὺ κρατήσ̣[εις],
καὶ πάντα ἔσται σοι, ὅσσα ἐπερωτᾷ[ς] σὺν Διὸς Ἑρμ[εῖ].
LIII.248       ϛϛϛδδ κϛ Διὸς Καταχθονίου·
ἡ πρᾶξις κωλύματ’ ἔχει. μὴ σπεῦδ’, ἀλλ’ ἀνάμ̣[εινον]·
250 [λ]υπηρά τις ὁδὸς καὶ ἀμήχανος οὐδὲ προσι̣κ̣[τή].
ὠ̣νεῖσθαι χαλεπὸν καὶ πωλεῖν τι βλάβος ἔσ[ται].
LIV.252       ϛϛϛϛγ κζ Ἀφροδείτης Οὐρανία̣[ς]·
οὐρανόπαις Ἀφροδείτη, Ἐρώτων πότνι’ ἄνα̣[σσα],
[πέ]μπει μαντείαν ἀ̣γαθήν, δώσει ὁδόν σ̣[οι]·
255 ἐκφεύξῃ τε νόσου κα̣[ὶ] φροντίδος αἰνεσιθύ̣[μου].
LV.256       ϛϛϛϛδ κη Βλάβης·
οὐκ ἔστιν πρᾶξαι τι μάτην· μὴ δὴ κενὰ μόχθ[ει],
μή σοι σπεύδοντι βλάβος τι γένηται·
οὔτε γὰρ εἰς ὁδὸν ὁρμᾶσθαι καλὸν οὔτ’ ἀγο[ράζειν].
LVI.260       ϛϛϛϛϛ λ Ἑρ%⁸¹μοῦ Τετραγώνου·
μὴ βαῖν’, οὗ μέλ̣λ̣εις· μείναντί vac. σοι ἔσται ἄμ[εινον]·
ἐκθρὸν γάρ σοι ὁρῶ· μεῖνον· μετὰ ταῦτα δὲ ἔ̣[σται]·
τόν τε φόβον λύσει καὶ τὸν κάμνοντα δὲ σ[ώσει].
                              vacat
Search Help