Honorific inscription for Zenon, son of Agreophon. Rectangular block, inscribed with nos. 141-142.
[ ]
Caria — Kaunos (Dalyan, nr.) — Horozlar, nr. — Rom. Imp. period — JHS 74 (1954) 95, 37b — SEG 14.649b; BE (1956) 274c — McC. Kaunos 40
See also:
| 1 | [ὁ δῆμος ὁ Καυνίων στεφανοῖ χρυσῷ] |
| στεφάνῳ, τειμᾷ δὲ καὶ εἰκόνι χαλκ[ῇ] | |
| Ζήνωνα Ἀγρεοφῶντος τοῦ Ἀντιπ[ά]- | |
| τρου Καύνιον, ἄνδρα καλὸν καὶ ἀγαθὸν | |
| 5 | ἐκ προγόνων καλῶν καὶ φιλοδόξων, |
| πατρὸς στεφανηφόρου, στεφανηφ[ο]- | |
| ρήσαντα Βασιλέος τοῦ θεοῦ καὶ γυ- | |
| μνασιαρχήσαντα ἐκ τῶν ἰδίων καὶ | |
| ἱερασάμενον τῶν Σεβαστῶν καὶ στ̣<ρ>α̣- | |
| 10 | τηγήσαντα ἐπὶ τῆς πατρίου πολιτεί- |
| ας κα̣ὶ̣ π̣ρεσβεύσαντα δωρεὰν πρὸς | |
| αὐτοκράτορα, ἀρετῆς ἕνεκεν καὶ εὐ- | |
| νοίας τῆς εἰς αὑτόν· τὴν δὲ ἀνάστα- | |
| σιν τοῦ ἀνδριάντος ἐποιήσατο | |
| 15 | ἐξ ἰδίου Διονυσία Ἀγρεοφῶντος |
| ἡ γυνὴ ❦ αὐτοῦ. |