Monument of Quintus Vedius Q. f. Capito.  Inscription (I) on the front of the socle; (II) in one line on the front side of the upper base; (III a-c) on orthostate blocks of the base.
[ ] Caria — Kaunos (Dalyan, nr.) — late reign of Hadrian/reign of Ant. Pius — SEG 56.1194
I.1 Οὐηδίου Καπίτωνος
II.1 τὴν ἐπιμέλειαν καὶ δαπάνην τὴν ἰς τοὺς ἀνδριάντας καὶ τὴν βάσιν ἐποιήσατο παρ’ ἑαυτοῦ Κοΐντος Οὐήδιος Κοΐντου υἱὸς Κυρείνα Καπίτων τειμῆς ἕνεκεν καὶ εὐσεβείας τῆς εἰς τοὺς προγόνους καὶ τὸ ἑαυτοῦ γένος.
IIIa.1 [Καυνίων ἡ β]ουλὴ καὶ ὁ δῆμος Φλαμινίαν
[— — —] Φ̣λ̣α̣μινίου̣ θυγατέρα Μ̣α̣ξ̣ί̣μ̣αν,
[(?)ἀδελφὴ]ν Ποπλίου [Φλαμινί]ο̣υ̣ Φρόντωνος,
[γυναῖκα] δὲ Κοΐντου Οὐηδίου Ποπλίου υἱοῦ
5 [Καπίτωνος, μητέρα δὲ Κοΐντου Οὐηδίου Κοΐν]-
[του υἱοῦ Καπίτωνος, στεφανηφόρου Βασιλέως]
[τοῦ θεοῦ καὶ γυμνασιάρχου τετράκις, ξένου]
[αὐτοκρατόρων, πατρὸς καὶ προγόνων] χειλι-
[άρχων ἀρχιερέων στεφανηφόρων] γυμνασιάρ-
10 [χων ξ]ένων [αὐτοκρατόρων βασι]λ̣έων ἀνθυπά-
[των] ἡγεμόνων, ζή[σ]α[σα]ν σεμνῶς καὶ σωφρό-
[νως κ]α̣ὶ̣ φιλάνδρως καὶ πάσῃ ἀρετῇ διενέγκασαν.
IIIb.1 [Καυνίων ἡ βουλὴ καὶ ὁ δῆμος Οὐηδίαν]
[Τερτύλλαν, θυγατέρα Κοΐντου Οὐηδίου]
[Ποπλίου υἱοῦ Καπίτωνος, ἀδελφὴν δὲ]
[Κοΐντου Οὐηδίου Κοΐντου υἱοῦ Καπί]-
5 [τωνος, πατρὸς καὶ προγόνων χειλιάρχων]
[ἀρχιερέω]ν στεφανηφό[ρων γυμνασιάρχων]
[ξένων αὐτο]κρατόρων [βασιλέων]
[ἀν]θυπάτων ἡγεμόνων, γυναῖκα το[ῦ]
[Φ]λαουίου Τιτιανοῦ ἀρχιερέως τοῦ Λυκί-
10 ων ἔθνους τετειμημένου {ς} ἐν ταῖς
κατὰ Λυκίαν πόλεσι πάσαις, σεμνότητι
καὶ σωφροσύνῃ καὶ φιλανδρίᾳ καὶ πάσῃ ἀ-
ρετῇ καὶ δικαιοσύνῃ διαφέρουσαν.
IIIc.1 [Καυνίων ἡ βουλὴ καὶ ὁ δῆμος Κοΐντον Οὐήδιον Ποπλίου υἱὸν Καπίτωνα]
[τὸν πατέρα τοῦ Κοΐντου Οὐηδίου Καπίτωνος, — — — — — — — — — —]
[— — — — — — —] ἐπισήμως καὶ μεγαλοψύχως παρεσχημένον, στεφαν[η]-
[φορήσαντα Βα]σιλ[ως τ]οῦ θεοῦ [εὐσεβῶς, γ]υμνασιαρχήσαντα [πά]-
5 [σης ἡλικίας κα]ὶ τύχης τετράκις μόνον καὶ πρῶτον καὶ τῆς γερουσίας ἑ[ξά]-
[κις (?) δω]ρεάν, γυμνασιαρχήσαντά τε καὶ ὑπὲρ τοῦ ἐγγόνου Φλαουίου
Καπίτωνος δωρεὰν καὶ ἀναδόντα τοῖς γερουσιασταῖς τὰς ἐκκειμέ-
νας ἰς τὸ ἔλαιον, πατρὸς καὶ προγόνων χειλιάρχων ἀρχιερέων στε-
φανηφόρων γυμνασιάρχων ξένων αὐτοκρατόρων βασιλέων ἀνθυ-
10 πάτων ἡγεμόνων, ὑπὸ τῆς πατρίδος πολλάκις τετειμημένον καὶ ὑπὸ ἑτέρων
δήμων ἐλευθέρων καὶ πόλεων ἀνδριᾶσιν καὶ ψηφίσμασιν καὶ ὑπὸ τοῦ Λυκίων
ἔθνους ψηφίσματι καὶ προεδρείᾳ, ὁμοίως τειμηθέντα καὶ ὑπὸ τῶν ἀπὸ
τῆς οἰκουμένης ἀθλητῶν ἱερονεικῶν στεφανειτῶν καὶ τούτων ἀδελφῶν καὶ
πατέρων καὶ ἐπιστατῶν καὶ νεανίσκων, πρεσβεύσαντα καὶ πρὸς τοὺς αὐτοκράτορας
15 δωρεάν, τελέσαντα δὲ καὶ ἑτέρας πρεσβείας πλείστας πρὸς ἀνθυπάτους καὶ ἡγεμόνας
καὶ ὑπ’ αὐτῶν τετειμημένον, γραμματεύσαντα τῆς πόλεως καὶ εὐθηνίαν παρασχόντα, ἀγω-
νοθετήσαντα πολυτελῶς, ἱερατεύσαντα Διὸς Πολιέως καὶ Λητοῦς τῆς πρὸς τοῖς θερμοῖς,
ἔν τε ἐπιδόσεσιν καὶ ἐπαγγελίαις καὶ ἑστιάσεσιν καὶ παραπώλαις αἰεὶ φιλοτειμηθέντα ὡς δι-
ηνεκῆ λειτουργὸν καὶ ἄρχοντα, πολειτευόμενον σεμνῶς καὶ ἐναρέτως καὶ δικαίως
20 καὶ φιλανθρώπως τῷ τε παντὶ δήμῳ συνφερόντως καὶ τοῖς κατ’ ἄνδρα
     vacat       ἀπροσκόπως ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὑτόν.
Search Help
Contact Us