Decree of Smyrna honoring the people of Kaunos and three judges.  Two fragments of a marble pedimental stele, inscribed with four decrees (nos. 17-20).
[ ] Caria — Kaunos (Dalyan, nr.) — 2nd c. BC — L. Robert, Hellenica VII (1949) 171-188 — G. Petzl, IK Smyrna II,1 579, I — McC. Kaunos 1
See also:
above cr. 1.1 ὁ δῆμος ὁ Ζμυρναίων vac.
τὸν δῆμον τὸν
Καυνίων vac.
above cr. 2.1 ὁ δῆμ[ος ὁ] Ζ̣μυρναίων τοὺς δικαστὰς
 Ἀντ[ιγέν]ην vac.
Ἀπ̣[ολλωνίο]υ
above cr. 3.2 Αἰνέαν vac.
Ἀρτεμιδώρου vac.
above cr. 4.1 vac.
 Τιμοῦχον
Εὐάρχου
above cr. 5.1 τὸν γραμ[ματέα]
[Πυθίωνα]
[Δη]μητρίο[υ]
below crowns.4 ἔδοξε τῆ[ι βου]λῆι καὶ τῶι δήμωι στρατηγῶν καὶ Ἀθηνοδώρου τοῦ Μενεκράτου γνώμηι· ἐπε[ιδὴ]
5 τοῦ δή̣[μο]υ πέμψαντος πρὸς Καυνίους δικασταγωγὸν Ἀθηνόδωρον Μενεκράτου τὸν αἰτησόμεν̣[ον]
[δικαστ]ήριον, ὁ δῆμος ὁ Καυνίων, φίλος ὑπάρχων καὶ εὔνους τῶι δήμωι καὶ προαιρούμενος ἀπὸ [παν]-
[τὸς] τοῦ βελτίστου σ̣υντελεσθῆναι τὰς κρίσεις, τὴν πᾶσαν σπουδὴν καὶ φιλοτιμίαν ποιησάμενος [πε]-
[ρὶ τ]ὴν αἵρεσιν τῶν δικαστῶν ἀπέστειλεν δικαστὰς Ἀντιγένην Ἀπολλωνίου, Αἰνέαν Ἀρτεμιδώρου, [Τι]-
μ̣οῦχον Εὐάρχου, οἵτινες παραγενόμενοι τὰς μὲν διεδίκασαν τῶν δικῶν καλῶς καὶ δικαίως καὶ κατὰ τοὺ[ς]
10 [ν]όμους, τὴν πᾶσαν κακοπαθίαν τε καὶ φιλοπονίαν προσενεγκάμενοι, τὰς δὲ καὶ διέλυσαν σπουδάσ̣[αν]-
[τ]ες καθ’ ὅσον ἦν ἐ[φ’] ἑαυτοῖς, τοὺς δὲ διαφερομένους τῶν πολιτῶν εἰς ὁμόνοιαν κατέστησαν [καὶ]
[ἐ]ν τοῖς ἄλλοις ἀνεστράφησαν ἀξίως τῆς τε ἑαυτῶν πατρίδος καὶ τῆς ἡμετέρας πόλεως· ὅπως οὖ[ν]
[κ]αὶ ὁ δῆμος φανερὸς ἦι τοῖς πρὸς αὐτὸν ἐκτενῶς προσφερομένοις τῆι εὐνοίαι ἀποδιδοὺς τ[ὴν]
κ̣αθήκουσαν τιμὴν καὶ χάριν· τύχηι ἀγαθῆι· δεδόχθαι· ἐπῃνῆσθαι μὲν τὸν δῆμον τὸν Καυνίων ἐπὶ τῆι [αἱ]-
15 ρέσει καὶ εὐνοίαι ἧι ἔχω̣ν διατελεῖ πρὸς τὴν πόλιν ἡμῶν καὶ ἐπὶ τῶι ἀποστεῖλαι δικαστὰς ἀξίους ἀμφοτέρων τῶν [πό]-
[λε]ων, πε[ρὶ] πλείστου τὸ δίκαιον ποιουμένους, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἐν τοῖς πρώτο[ις]
συντελεσθησομένοις Διονυσίοις τραγῳδῶν τῶι ἀγῶνι· τῆς δὲ ἀναγγελίας τοῦ στεφάνου ἐ̣π[ι]-
μεληθῆναι τὸν ἀγωνοθέτην, ἀναγορεύοντος τοῦ ἱεροκήρυκος κατὰ τάδε· ὁ δῆμος ὁ Ζμυρναίων [στε]-
[φα]νοῖ τὸν δῆμον τὸν Καυνίων ἀρετῆς ἕνεκεν καὶ φιλοτιμίας ἧς ἐποιήσατο περὶ τὴν ἐξαποσ̣τ̣ο̣-
20 [λ]ὴ̣ν̣ τῶν δικαστῶν· ἐπηινῆσθαι δὲ καὶ τοὺς παραγενομένους δικαστὰς Ἀντιγένην Ἀπολλω[νί]-
ου, Αἰνέαν Ἀρτεμιδώρου, Τιμοῦχον Εὐάρχου ἐπὶ τῆι αἱρέσει τε καὶ δικαιοσύνηι καὶ φιλοτιμίαι ἧι ἐπο[ι]-
H/SA[N]TO PERI\ TA\S KRI/SEIS KAI\ E)PI\ TW=I E)NDHMH=SAI A)CI/WS A)MFOTE/RWN TW=N PO/LEWN KAI\? STEFANW=SAI E(/[K]AS-
τον αὐτῶν χρυσῶι στεφάνωι ἐν τοῖς πρώτοις Διονυσίοις τραγῳδῶν τῶι ἀγῶνι ἀρετῆς ἕνεκεν κα̣[ὶ]
δικαιοσύνης ἧς ἔχοντες διετέλουσαν ἐν ταῖς κρίσεσιν· τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆνα̣[ι]
25 τὸν ἀ̣[γ]ω̣νοθέτην κατὰ ταὐτά· ἵνα δὲ καὶ τοῖς ἐπιγενομένοις ὑπόμνημα καταλείπηται τῆς τῶν
προειρημένων ἀνδρῶν ἀρετῆς καὶ τῆς τοῦ δήμου τοῦ Ζμυρναίων εὐχαριστίας, ὑπάρχειν αὐτο̣ῖ̣[ς]
ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν τοῖς
συντελουμένοις ὑπὸ τῆς πόλεως· καὶ ἐὰν ἀφικνῶνταί τινες αὐτῶν εἰς τὴν πόλιν, ἐπιμελε̣[ῖσ]-
θαι τήν τε βουλὴν καὶ τοὺς ἄρχοντας τοὺς ἀεὶ καθεστῶτας, ἵνα τά τε ἄλλα πάντα ὑπαρχῆι αὐτ[οῖς]
30 φιλάνθρωπα παρὰ τοῦ δήμου, καὶ ἐάν τινος δέωνται τῶν καλῶς ἐχόντων, γίνηται αὐτοῖς· π̣[ε]-
ρὶ δὲ πολιτείας αὐτοῖς τε καὶ ἐκγόνοις αὐτῶν τὸν βουλόμενον τῶν πολιτῶν οἷς ἔξεστιν
προγράψασθαι καὶ εἰσενεγκεῖν ἐν τοῖς ἐννόμοις χρόνοις· ἑλέσθαι δὲ καὶ πρεσβευτήν· τὸν
δὲ αἱρεθέντα ἀφικόμενον πρὸς Καυνίους τό τε ψήφισμα τόδε ἀναδοῦναι τοῖς ἄρχουσιν καὶ [ἐ]-
πελθόντα ἐπί τε τὴν βουλὴν καὶ τὸν δῆμον διαλεγῆναι περὶ τῶν δικαστῶν ἣν ἐποιήσαντο
35 [σ]πουδὴν καὶ φιλοτιμίαν περὶ τὰς κρίσεις, ἐμφανίζοντα διότι ἔν τε τοῖς ἄλλοις πᾶσιν ἐπαινε[ῖ]
[α]ὐ̣τοὺς ὁ δῆμος γεγενημένους ἀξίους ἀμφοτέρων τῶν πόλεων, καὶ διότι μισοπονήρως
τε καὶ δικαίως καὶ κατὰ τοὺς νόμους, φιλοπονίας τε καὶ κακοπαθίας οὐθὲν ἐλλείποντες, ἃς
μὲν ἔκριναν τῶν δικῶν, ἃς δὲ καὶ συνέλυσαν συμφερόντως· καὶ παρακαλεῖν τὸν δῆμον
τὸν Καυνίων ἐπιμέλειαν ποιεῖσθαι ὅπως οἵ τε στέφανοι οἱ ἐψηφισμένοι αὐτῶι τε καὶ τοῖς δικασ-
40 ταῖς ἀναγορεύωνται καθ’ ἕκαστον ἔτος παρ’ αὐτοῖς ἔν τε τοῖς μουσικοῖς καὶ σκηνικοῖς ἀγῶσιν, ὅταν
αὐτοὶ τοὺς εὐεργέτας στεφανῶσιν, ἐπιχωρῆσαι δὲ καὶ τόπον ἐπιφανῆ ἐν ὧι ἀνατεθήσεται στή-
λη λευκοῦ λίθου, ἀναγραφέντος εἰς αὐτὴν τοῦδε τοῦ ψηφίσματος, δηλοῦντα διότι ταῦτα πράξαν-
τες χαριοῦνται τῶι δήμωι· μεθόδιον δὲ τῶι αἱρεθέντι πρεσβευτῆι ὅσων ἡμερῶν δεήσει δοθῆ-
ναι, τὸν μὲν δῆμον τάξαι, τὸν δὲ ταμίαν δοῦναι κατὰ τὸ τῆς διοικήσεως ψήφισμα· τὸ
45 δὲ ψήφισμ{ι}α {²⁶ψήφισμα}²⁶ τόδε ἀναγεγράφθαι. πρεσβευτὴς εἱρέθη Ἀθηνόδωρος Μενεκράτου.
Search Help
Contact Us