[ ] Att. — non-stoich. — 116/5
See also:
1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ἐ]γδόσει
— — — — — — — — — — — — — — — — — — — — — ις ποιεῖσθ[αι ․․․․]ντιθεμε-
[ν — — — — — — — — — — — — — — — —]ν [κ]ειμένους νόμους καταβαλέσθω-
[σαν λόγον ὧ]ν τε ἂν [λ]άβωσιν ἐμ προσόδωι καὶ ἀνηλώσωσιν ε[ἰ]ς [τὸν]
5 [ἐνιαυτ][ν] τὸ[ν] μετὰ Σαραπίωνα ἄρχοντα· vv ὑποθέτωσαν δὲ καὶ
[ἐάν τι προε]ισενέγκωσιν διαφόρου εἰς τὰ ἔργα· v εἶναι δὲ τοῖς ἀνδρά-
[σιν ἐπιμε]ληθεῖσιν καλῶς καὶ δικαίως τῆς κατασκευῆς τῶν προγε-
[γραμμέν]ων ἔργων ἐπαινεθῆναι καὶ στεφανωθῆναι ὑπὸ τοῦ δήμου
[τοῦ Σαλ]αμινίων ἕκαστον θαλλοῦ στεφάνωι εὐσεβείας ἕνεκεν καὶ κα-
10 λο[κ]αγαθίας τῆς πρὸς τοὺς θεούς. v ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν
[γ]ραμματέα τοῦ δήμου εἰστήλην λιθίνην καὶ στῆσαι εἰς τὴν ἐξέδραν,
[τὸ] δὲ γενόμενον εἰς αὐτὴν ἀνήλωμα μερίσαι τοὺς ἐπὶ τὴν ἐπισκευήν·
[ἀν]αγράψαι δὲ εἰς αὐτὴν καὶ τῶν ἐπιδεδωκότων τὰ ὀνόματα καὶ πόσον
ἐπέδωκεν, v ἵνα τούτων συντελουμένων καλῶς ἔχῃ καὶ εὐσεβῶς τῶι
15 δήμωι τῶι Σαλαμινίων τὰ πρὸς τοὺς θεούς. v τὸ δὲ ψήφισμα τόδε [ἐ]-
πειδή ἐστιν περὶ ἱερῶν v ἐπισκευῆς καὶ τῆς ἐπικοσμήσεως τῶν κοι[νῶν],
[ἐ]πειδὴ καὶ ὁ στρατηγὸς κα[ὶ οἱ ἐ]πιμεληταὶ συναποφ[αί]νονται, ἅπαν ἔ[στω]
εἰς φυλακήν. v οἱ κατασκ[ευ]ῶντες τὰ ἱερὰ καὶ τὴν ἐξέδραν κατὰ τὸ ψ[ή]-
[φ]ισμα· οἵδε εἱρέθησαν· v Θεόδοτος Πειραιεύς· v Αἴσχρων Αἰξωνε[ύς],
20 [Χ]αρικλῆς Λευκονοεύς.
col. I.21 [ὁ] δῆμος ὁ Σαλαμινίων
21a      in corona:
22        Θεόδο-
        τον
      Πειραιέα
col. II.21 ὁ δῆμος ὁ Σαλαμινίων
21a      in corona:
22       Αἴσχρω-
        να
      Αἰξωνέ-
25          α
col. III.21 ὁ δῆμος ὁ Σαλαμινίων
21a    in corona:
22       Χαρι-
      κλῆν
    Λευκονο-
25        έα
Search Help
Contact Us