List of victors in the Heraia games.  Wall stone of white marble, now in two joining frargments.
[ ] Aeg. Islands — Samos Isl. — Samos (Pythagoreion) — bef. mid-2nd c. BC? — E.I. Stamatiades, Epeteris (1886) 150 — JHS 7 (1886) 147-153 — ZPE 1 (1967) 225-239
See also:
                                                                  vacat 0,35
ἐπὶ Ἀντιπάτρου, ἀγωνοθετούντων Ἑρμίππου τοῦ Μο̣σ̣χίων̣[ο]ς, Ἀριστείδου τοῦ Ἀπολλοδότου,
Νικολάου τοῦ Π[— — 8 — —]ίδου, γυμνασιαρχοῦντος Σωσιστράτου τοῦ Σωσι̣στρ̣άτου τοῦ νεωτέρου, ἐνίκων οἵδε·
σαλπιστής· Μ̣υΛ[— — — —]κ̣λ̣έους Τραλλιανός, κῆρυξ· Εὔβιος Σωστράτου, ὑποκ̣ριτὴς παλαιᾶς τραγῳδίας· Δημήτριος
Νικαίου Μ̣[ι]λ̣ή̣[σιος, vac.] λ̣αμπάδι τοῦ Ἡφαίστου τοὺς ἀπὸ πρώτω̣ν̣· Λεωνίδης Θεοδώρου Χησιεύς,
5 λαμπαδάρχης· Ἀριστομένης Ἀριστίππου Χησιεύς, τ̣[ο]ὺ̣ς διδασκάλους τῶν κιθαριστῶν· Καλλικράτης Καλλικράτου,
α̣ὐ̣λ̣[η]τής· Νειλεὺς Ἀμμωνίου Κ̣ο̣ρ̣[ί]ν̣θ̣[ι]ο̣ς, κ̣ιθα̣ρ̣ι̣σ̣τή̣ς̣ Ν̣ί̣κ̣ω̣ν̣ Ἀντιγόνου, φύσει δὲ Σιμάκωντος, κιθαρῳδός· Λύκων
Λύ̣κ̣ωνο̣ς Τα̣ρ̣α̣ν̣τ̣ε̣[ῖνος, λ]αμπά̣[δι τῆς Ῥ]ώμης τ̣[ο]ὺς [ἀπ]ὸ̣ [πρώ]τ[ω]ν̣· Σώτων Καλλικράτου Χησιεύς, λαμπαδάρχης·
Ποσείδιππ[ο]ς [— — —]ί̣τ̣ου Χησιεύς, τοὺς ποιητὰς [τῶ]ν καινῶν σατύρων· Ἀρχένομος Ἑρμία Ῥόδιος, τοὺς ποιητὰς
τῶν καινῶν τραγῳδ[ι]ῶν· Σωσ[ίσ]τρατο[ς Σωσιστράτου, τοὺ]ς̣ [ὑ]ποκριτάς· Δημήτριος Νικαίου Μιλήσιος,
10 τοὺς ποιητὰς τῶν καινῶν κωμῳδιῶν· Ἀρίστων Τιμο[σ]τ̣[ρ][τ]ου Ἀθηναῖος, ὑποκριτής· Κλειναγόρας Στράτωνος Μαλλώτης,
παῖδας δόλιχον· Ἀσκληπιάδης Δημοκράτου, ἄνδρας· Ἀπολλώνιος Ἀλκίππου Ἐφέσιος, παῖδας στάδιον· Ἀγαθοκλῆς Ἀττάλου,
ἄνδρας· Σώτων Καλλικράτου, παῖδας δίαυλον· Ἀγαθοκλῆς Ἀττάλου, ἄνδρας· Σώτων Καλλικράτου, πέ̣[ντ]αθλ̣ον· Ἀριστεὺς Ζηνοδότου
Μάγνης ἀπὸ Μαιάνδρου, παῖδας πάλην· Τιμόθεος Ἱπποστράτου Ἀπαμεὺς ἀπὸ Μαιάνδρου, ἄνδρας· Ἄρχων Ἄρχοντος, παῖδας πυγμήν·
[— — — — — — — — — — — — — — — —], ἄνδρας· [— — — — — — — — — — — —]Ο[— — —]ς̣, παῖδας παγκ[ράτι]ον· Ἀμμώνιος Ο[— —]Τ̣[— —]
                                 {²continuatio tituli in lapide inferiore deest
Search Help