Decree of the Lebedians honoring the Samian judge Apollonios.  Stele of white marble, broken at the bottom.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — ca. 250-200 BC — L. Robert, Hellenica XI-XII (1960) 204-209
See also:
〚         rasura        〛  vacat 0,13
ἐπὶ Μηνοδότου, Ποσιδεῶνος πέμπτηι
ἀπιόντος, ἐκκλησίας νομαίας οὔσης,
ἐπιστατοῦντος Ἀπελλέω τοῦ Ἀπολλωνίδου
καὶ ὀμόσαντος κατὰ τὸν νόμον· ψήφισ-
5 μα παρὰ Λεβεδίων· ἔδοξεν τῆι βουλῆι
καὶ τῶι δήμωι, γνώμη τιμούχων· ἐπειδὴ
τοῦ δήμου πέμψαντος πρεσβευτὴν πρὸς
Σαμίους, φίλους καὶ συγγενεῖς τῆς πόλεως
ὑπάρχοντας, τὸν αἰτησόμενον δικαστὴν
10 καὶ γραμματέα, Σάμιοι βουλόμενοι χαρίζεσθαι
τῶι δήμωι ἀπέστειλαν πρὸς ἡμᾶς δικαστὴν
ἄνδρα καλὸν κἀγαθὸν Ἀπολλώνιον Δημητρίου,
ὃς παραγενόμενος τὰς μὲν διέλυσεν τῶν δικῶν,
τὰς δὲ ἐδίκασεν ὀρθῶς 〚rasura 〛 καὶ δικαίως καὶ τοῖς νό-
15 μοις καὶ τοῖς ψηφίσμασιν ἀκολούθως, ἀπέστειλαν
δὲ καὶ γραμματέα Ἀντίπατρον, ὃς ἀφικόμενος ἐπε-
[τ]έλει τὰ καθ’ αὑτὸν ἀκολούθως τῆι τοῦ δικαστοῦ αἱ-
[ρέσ]ε̣ι· ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται συναντῶν εὐχα-
[ρίστως τοῖ]ς̣ ἀξίοις τῶν ἀνδρῶν, προτρέπωνται δὲ καὶ οἱ
20 [λοιποὶ εἰς τὰ παρα]κ̣α̣λούμενα προθύμους ἑαυτοὺς ἐπι-
[διδόναι, δεδόχθαι τῆι βο]υ̣λῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθαι
[μὲν τὸν δῆμον τὸν Σαμίων ἐπὶ τῶι ἐ]ξ̣α̣ποστεῖλαι ἡμῖν
[ἄνδρας καλοὺς κἀγαθοὺς καὶ στεφανῶσαι αὐτὸ]ν χ̣ρυσέ̣-
[ωι στεφάνωι — — — — — — — — — — — — — — — — —]
Search Help