[ ] Att. — non-stoich. — post 167 a.
1 [— — — — — — — — — — — — — — — — ἐπαινέσαι Ἐπ]ικλῆν [Καλλ?]ίου Ἀχαρνέα
[καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κ]ατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν καὶ εὐ-
[νοίας ἧς ἔχων διατελεῖ πρὸς τὸν δ]ῆμον τὸν Ἀθηναίων καὶ πρὸς τοὺς ἐν Ἡ-
[φαιστίαι οἰκοῦντας· στῆσαι δὲ αὐτ]οῦ καὶ εἰκόνα χαλκῆν ἐν Ἀθήναις ὅπου ἂν δο-
5 [κεῖ εὔσχημον εἶναι· ἀνειπεῖν δὲ τὸν σ]τέφανον τοῦτον καὶ τὴν τῆς εἰκόνος ἀνάθε-
[σιν ἐν μὲν] Ἀθή[ναις Διονυσίων τ]ε τῶν μεγά[λω]ν τραγωιδῶν τῶι καινῶι ἀγῶνι
[κ]αὶ Παναθη[ναίων καὶ Ἐλευσινίων] τοῖς γυμνικοῖς ἀγῶσιν κα[ὶ] εἰς τοὺς λοιποὺς εἰς
[ο]ὓς ἡ πόλ[ις — — — — — — — — —, ἐν] δὲ Ἡφαιστ[ία]ι Διονυσίων τραγωιδῶν τῶι ἀγῶνι
καὶ ἐν το[ῖς ἄ]λλοις [ἀγῶσιν οὓς ἡ πόλ]ις τίθησιν. τῆς δὲ ἀναγορεύσεως ἐπιμελεῖσ-
10 θαι ἐν ἄστει μὲν τ[οὺς στρατηγοὺ]ς καὶ τοὺς [ἀ]εὶ πεμπομένους θεωρούς, ἐ[ν]
Ἡφαιστίαι δὲ τὸν ἀ[εὶ χειροτονούμε]νον ἀγωνοθέτην καὶ τὸν κήρυκα τοῦ [δή]-
μου· εἶναι δὲ αὐτῶ[ι καὶ σίτησιν] ἐμ πρυτανείωι καὶ προεδρίαν ἐν τοῖς [ἀγῶ]-
σιν οἷς ὁ δῆμος ὁ ἐ[ν Ἡφαιστίαι σ]υντελεῖ καὶ πρόσοδον πρὸς τὴν β[ου]-
λὴν καὶ τὸν δῆμον [πρώ]τ[ωι μετὰ τ]ὰ ἱερὰ καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι ὅτου [ἂν δο]-
15 κεῖ ἄξιος εἶναι· ἵνα δὲ καὶ ὑ[πόμνη]μα ὑπάρχει τῆς τε Ἐπικλέους καλοκαγα[θί]-
α[ς] καὶ τῆς τοῦ δήμου εὐχ[αριστίας], τὸν γραμματέα τοῦ δήμου ἀναγράψαι τό[δε]
τὸ ψήφισμα εἰς στήλην λιθ[ίνην κ]αὶ στῆσαι παρὰ τὴν εἰκόνα, εἰς δὲ τὴν ἀνα[γρα]-
φὴν καὶ τὴν ἀνάθεσιν τῆς [στήλ]ης μερίσαι τὸν ταμίαν τῶν σ[τρ]ατιωτι[κῶν]
[Κ]αλλίστρατον Ἁλαιέα καὶ ἀ[πενεγ]κεῖν ἐν τῶι λόγωι· χειροτονῆσαι δ[ὲ τὸν]
20 [δ]ῆμον ἤδη πέντε ἄνδρα[ς ἐξ Ἀθ]ηναίων ἁπάντων οἵτινες [ἀφικό]-
μενοι εἰς Ἀθήνας καὶ ἐπελ[θόντες ἐ]πὶ τ[ὴν] βουλ[ὴν] κα[ὶ τὸν δῆμον]
ἀξιώσουσιν ἐπιχωρῆσαι κυρί[ας εἶναι τὰς δωρεάς. οἵδε κεχειροτόνηνται κατὰ τὸ]
ψήφισμα· Φιλωνίδης Ἀραφή[νιος, — — —  — — —, — — —  — — —, — — — Ἀφι]-
δναῖος, Ἀρχίας Θοραιεύς.
Search Help
Contact Us