Honorific decree for Dionysios, son of Menippos, of Gambrion. Stele of white marble.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — late 4th c. BC
vacat 0,03 | |
[ἔ]δοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Νεί̣λ̣[ων] | |
Ἀ̣ντιδότου εἶπεν· ἐπειδὴ Διονύσιος | |
Μενίππου Γαμβρειώτης ἔν τε τοῖς | |
πρότερον χρόνοις εὔνους καὶ πρόθυμος | |
5 | ὢν διετέλει τῶι δήμωι καὶ νῦν τὴν |
αὐτὴν εὔνοιαν διαφυλάσσει πρὸς τὸν | |
δῆμον τὸν Σαμίων, δεδόχθαι τῆι | |
βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν | |
Διονύσιον Μενίππου Γαμβρειώτην | |
10 | προθυμίας ἕνεκε καὶ εὐνοίας ἣν ἔχων |
διατελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων, κα[ὶ] | |
εἶναι αὐτὸν εὐεργέτην καὶ πρόξενον | |
τοῦ δήμου τοῦ Σαμίων, δεδόσθαι δ’ αὐτῶι | |
καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίηι καὶ ἐπι- | |
15 | κληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν |
καὶ ἑκατοστὺν καὶ γένος καὶ ἀναγράψαι | |
καθότι καὶ τοὺς ἄλλους Σαμίους, παρέχειν | |
δὲ αὐτῶι καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴν καὶ | |
τὸν δῆμον, ἐάν του δέηται, πρώτωι μετ[ὰ] | |
20 | τὰ ἱερὰ καὶ τὰ βασιλικά, εἶναι δὲ αὐτῶι καὶ |
εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσπονδε[ὶ] | |
καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι, ἐπιμελεῖσθα[ι] | |
δὲ ἀεὶ τοὺς ἐνεστηκότας ἄρχοντας | |
ὅπως μηθὲν ἀδικῆται, ταῦτα δ’ εἶναι καὶ | |
25 | αὐτῶι καὶ ἐκγόνοις, ἀναγράψαι δὲ τόδε τὸ |
ψήφισμα εἰς στήλην λιθίνην καὶ ἀνα- | |
θεῖναι εἰς τὸ ἱερὸν τῆς Ἥρας, τῆς δὲ ἐπι- | |
κληρώσεως καὶ τῆς ἀναγραφῆς ἐπι- | |
μεληθῆναι τὸγ γραμματέα τῆς βουλῆς. | |
vacat 0,19 |