Honorific decree for Timophanes, son of Archepolis, of Phaselis. Stele of white marble, broken at the lower right corner.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — 306-301 BC — MDAI(A) 44 (1919) 9, 5 L — SEG 1.352
See also:
| vacat 0,095 | |
| ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Βάττος | |
| Παρμενίσκου, Εὔβουλος Θήρωνος εἶπαν· | |
| ἐπειδὴ Τιμοφάνης Ἀρχεπόλιος Φασηλί- | |
| της ἔν τε τοῖς πρότερον χρόνοις εὔνους | |
| 5 | καὶ πρόθυμος ὢν διετέλει καὶ κοινῆι τὸν |
| δῆμον εὐεργετῶν καὶ ἰδίαι τοῖς vacat | |
| ἐντυγχάνουσι τῶμ πολιτῶν, καὶ κατα- | |
| βεβηκότων ἡμῶν εἰς τὴμ πόλιν χρήσιμον | |
| αὑτὸμ παρέχεται καὶ κοινῆι τῶι δήμωι καὶ | |
| 10 | ἰδίαι τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν, |
| διαφυλάσσωμ μὲν τὴν εὔνοιαν, ἐν- | |
| δεικνύμενος δὲ τὴν αὑτοῦ πρὸς τὸν | |
| δῆμον προθυμίαν, δεδόχθαι τῆι βουλῆι | |
| καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν Τιμοφάνην | |
| 15 | Ἀρχεπόλιος ἀρετῆς ἕνεκε καὶ εὐνοίας ἣν |
| ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων, | |
| καὶ εἶναι αὐτὸμ πρόξενον καὶ εὐεργέτην | |
| τοῦ δήμου, δεδόσθαι δ’ αὐτῶι καὶ πολιτείαν | |
| ἐφ’ ἵσηι καὶ ὁμοίαι καὶ ἐπικληρῶσαι αὐτὸν ἐπὶ | |
| 20 | φυλὴγ καὶ χιλιαστὺγ καὶ ἑκατοστὺγ καὶ |
| γένος καὶ ἀναγράψαι καθότι καὶ τοὺς | |
| ἄλλους Σαμίους, ὑπάρχειν δ’ αὐτῶι καὶ | |
| ἔφοδον ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμ[ον], | |
| ἄν του δέηται, πρώτωι μετὰ τὰ ἱερ[ὰ καὶ τὰ] | |
| 25 | βασιλικὰ καὶ εἴσπλουν καὶ ἔκπ[λουν ἀσυλεὶ] |
| καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμ̣[ωι καὶ ἐν εἰρήνηι], | |
| ταῦτα δ’ εἶναι καὶ αὐτ[ῶι καὶ ἐγγόνοις, τὸ δὲ] | |
| ψήφισμα τόδε ἀν[αγράψαι εἰς στήλην vacat] | |
| λιθίνηγ καὶ στ[ῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρας], | |
| 30 | τῆς δὲ ἐπ[ικληρώσεως καὶ τῆς ἀναγραφῆς] |
| ἐπιμε[ληθῆναι τὸν γραμματέα τῆς βουλῆς]. | |
| vacat |