IG XII,6 1:23
Honorific decree for Horismos of Elaia.  Stele of white marble with crown molding.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — after 306 BC — MDAI(A) 44 (1919) 7, 5 I — SEG 1.356
See also:
cymatium.1 [Ὁ]ρι[σμῶι Δαμασιστρ]άτ[ου Ἐ]λαΐτηι·
                vacat 0,125
2 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, {²rasura?
Μηλοῦχος Μύωνος εἶπεν· ἐπειδὴ vac.
Ὁρισμὸς Δαμασιστράτου Ἐλαΐτης
5 φευγόντων ἡμῶν εὔνους καὶ πρόθυ-
μος ὢν διετέ<λ>ει καὶ πολλοῖς τῶν
πολιτῶν παραγινομένοις, καὶ κατε-
ληλυθότων ἡμῶν εἰς τὴμ πόλιν δια-
τρίβων παρὰ τῶι βασιλεῖ Δημητρίωι τοῖς
10 παραγινομένοις πρὸς αὐτὸν τῶν πολι-
τῶν χρήσιμον αὑτὸν παρέχεται πράσ-
σ̣ων τὰ συμφέροντα, δεδόχθαι τῆι βουλῆι
καὶ τῶι δήμωι· ἐπαινέσαι Ὁρισμὸν Δαμα-
σιστράτου ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣν
15 ἔχων διατελεῖ περὶ τὸν δῆμον, καὶ εἶναι αὐ-
τὸν πρόξενον τῆς πόλεως, δεδόσθαι δὲ
αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καὶ ἐ-
πικληρῶ{ρω}σαι {²⁶ἐπικληρῶσαι}²⁶ αὐτὸν ἐπὶ φυ<λ>ὴν καὶ χιλι-
αστὺν καὶ ἑκατοστὺν καὶ γένος καθό-
20 τι καὶ τοὺς ἄλλους Σαμίους, εἶναι δὲ αὐ-
τῶι καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ
ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι,
ταῦτα δ’ εἶναι καὶ αὐτῶι vac. καὶ ἐγγόνοις,
τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς στή-
25 λην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς
Ἥρας, τῆς δὲ ἐπικληρώσεως καὶ τῆς ἀνα-
γραφῆς ἐπιμεληθῆναι τὸγ γραμ<μ>ατέα
τῆς βουλῆς.
                   vacat 0,43
Search Help
Contact Us