Honorific decree for Gorgos and Minnion of Iasos. Marble pedimental stele.
[ ]
Aeg. Islands — Samos Isl. — Heraion — shortly after 322 BC — Chrysallis IV,79 (1866) 154 — Syll.³ 312 — SEG 49.1143, cf.
See also:
| 1 | ἔδοξε̣ τ̣ῆι βου̣λῆι καὶ τῶι δή- |
| μωι, Ἐπ[ί]κ̣ουρος Δράκοντος | |
| εἶπεν· ἐπειδὴ Γόργος καὶ Μ- | |
| ιννίων Θεοδότου Ἰασεῖς κα- | |
| 5 | λοὶ καὶ ἀγαθοὶ γεγένηνται vac. |
| περὶ Σαμίους ἐν τῆι φυγῆι, κα[ὶ] | |
| διατρίβων Γόργος παρὰ Ἀλεξάν- | |
| δρωι πολλ̣ὴν εὄνοιαν καὶ π̣[ρο]θ̣υμί- | |
| αν παρείχετο περὶ τ̣ὸν δῆμο[ν τ]ὸν Σα- | |
| 10 | μίων, σπου̣δάζων ὅπως ὅτ[ι τ]άχος |
| Σάμιοι τὴμ πατρίδα κομίσαιντο, καὶ ἀ- | |
| ναγγείλαντος Ἀλεξάνδρου ἐν τῶ[ι] | |
| στρατοπέδωι, ὅτι Σάμον ἀποδιδοῖ vac. | |
| Σαμίοις, καὶ διὰ ταο͂τα αὀτὸν τῶν Ἑ- | |
| 15 | λλήνων στεφανωσάντων, ἐστ- |
| εφάνωσε καὶ Γόργος καὶ ἐπέστει̣- | |
| λε εἰς Ἴασον πρὸς τοὺς ἄρχοντα- | |
| ς, ὅπως οἱ κατοικοῦντες Σαμίων̣ | |
| ἐν Ἰάσωι, ὅταν εἰς τὴν πατρίδα κατί- | |
| 20 | ωσιν, ἀτελῆ τὰ ἑαοτῶν ἐξάξον- |
| ται καὶ πορεῖα αὀτοῖς δοθήσεται, τὸ ἀ- | |
| νάλωμα τῆς πόλεως τῆς Ἰασέων | |
| παρεχούσης, καὶ νῦν ἐπαγγέλλον- | |
| ται Γόργος καὶ Μινίων ποιήσειν ὅ τι | |
| 25 | ἂν δύνωνται ἀγαθὸν τὸν δῆμον τὸ- |
| ν Σαμίων, δεδόκχθαι τῶι δήμωι· δε̣- | |
| δόσθαι αὀτοῖς πολιτείαν ἐπ’ ἴσηι | |
| καὶ ὁμοίῃ καὶ αὀτοῖς καὶ ἐκγόνοις | |
| καὶ ἐπικληρῶσαι αὀτοὺς ἐπὶ φυλὴν κ- | |
| 30 | αὶ χιλιαστὺν καὶ ἑκατοστὺν καὶ γέ- |
| νος καὶ ἀναγράψαι εἰς τὸ γένος, ὃ ἂ- | |
| ν λάχωσιν, καθότι καὶ τοὺς ἄλ<λ>ου- | |
| ς̣ Σαμίους, τῆς δὲ ἀναγραφῆς ἐπιμε- | |
| λ̣ηθῆναι τοὺς πέντε τοὺς ηἱρη- | |
| 35 | μένους, τὸ δὲ ψήφισμα τόδε ἀνα- |
| γράψαι εἰς στήλην λιθίνην καὶ στῆ- | |
| σαι <ἐ>ν τῶι ἱερῶι τῆς Ἥρας, τὸν δὲ [τα]- | |
| μίαν ὑπηρετῆσαι. |