Honorific decree for the physician Diodoros, son of Dioskourides.  Stele of white marble, in two joining fragments, broken at top and bottom.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — ca. 198/7 BC — MDAI(A) 51 (1926) 28, 2 (a) — MDAI(A) 72 (1957) 233, 64 (a, b)
See also:
[ἔδοξεν τῶι δήμωι, — — — — — — — — — — — —]
[— — — — — — — — — — — — εἶπαν, ὑπὲρ ὧν προ]-
εγράψαντο αὐ̣τ̣οί, ὅπ̣[ως Διόδωρος Διοσκουρίδου]
ἰατρὸς δεδημοσιευκὼς #⁷[— — — — — — — — — —]
καὶ παρεισχημένος τὰς χ[ρε]ίας κατὰ τὴν τέχνη̣[ν]
ἀνεγκλήτως καὶ ἐν τῆι ἀποκ[α]ταστάσει τῆς πόλεως
5 καὶ ἐν ταῖς τῶν ἄκρων πολιορ[κί]αις πολλῶν τραυμα-
τιῶν γινομένων παρεισχημέ[νο]ς τὰς χρείας ἐπαινεθῆ[ι]
καὶ τιμηθῆι καθότι ἂν τῆι βουλῆ[ι κ]αὶ τῶι δήμωι δόξηι,
καὶ ἡ βουλὴ προεβούλευσεν ἐπ̣[α]γ̣αγεῖν περὶ τούτων
ἐν ταῖς ἀρχαιρεσίαις· v ἐπειδὴ [Δι]όδωρος Διοσκουρίδου
10 εἰληφὼς παρ’ ἡμῖν τὸ δημόσ̣ιον [ἔρ]γον τῶν ἰατρῶν τὸ
πρῶτον ἐφ’ ἔτη πλείονα ἔν τε [τοῖ]ς ἔμπροσθεν χρόνοις
πολλοὺς τῶν πολιτῶν καὶ τῶ[ν ἄ]λλων τῶν ἐν τῆι πόλει̣
εἰς ἐπικινδύνους ἐμπεσόντ[ας δ]ιαθέσεις τῆι αὑτοῦ
ἐμπειρίαι τε κ̣αὶ ἐπιμελείαι θερα[πε]ύσας ἀποκατέστησε
15 καὶ παραίτιος ἐγένετο τῆς σω[τ]ηρίας αὐτῶν, καθότι καὶ
πλειονάκις ἐπὶ τῶν ἐργολαβιῶ[ν] ὑπὸ πολλῶν ἐν τῶι δή-
μωι μεμαρτύρηται· ἔν τε τοῖς [γε]νομένοις σεισμοῖς πα-
ρ’ ἡμῖν πολλ[ῶ]ν περ[ι]πεσόντω[ν δ]υ̣σχερέσιν καὶ παντο-
[δ]απαῖς πληγαῖς διὰ τὸ παράδ[οξ]ον τοῦ συμπτώματο[ς]
20 [πρ]οσδεομένης ὀξείας τῆς [θερ]απείας ὁμο̣ίως πᾶσιν
[τ]ὴν αὑτοῦ χρείαν μερίζων ἐ[βοή]θησεν· τῶν [τ]ε μ̣ε[τ]α̣[π]έμ̣-
[π]των δικαστῶν παραγενομέ[νω]ν πρὸς ἡμᾶς κ[α]ί̣ τ̣[ιν]ω̣ν
ἐμπεσόντων εἰς ἀρρωστίαν, [συ]ντάξαντος τοῦ δήμου
τὴν θεραπείαν αὐτῶν ποεῖσθ̣[αι], καὶ ἐν τούτοις ἴσον καὶ ἀ-
25 μεμψιμοίρητον αὑτὸν παρέσ[χε]το· ἔν τε τῆι ἀποκαταστά-
σει τῆς πόλεως εἰς τὰ τοῦ βα[σιλέ]ως Πτολεμαίου πράγμα-
τα γινομένων τραυματιῶ[ν π]ολλῶν ἐν ταῖς τῶν ἄκρων
πολιορκίαις καὶ ταῖς καθ’ ἡμέρ[αν] συμπλοκαῖς οὐδεμίαν
κακοπαθίαν οὐδὲ δαπάνην [περὶ] π̣λείονος ποιούμενος
30 τῆς κοινῆς σωτηρίας καὶ τῶν [ἀεὶ ἐνδ]εομένων τῆς β̣[οη]-
[θεί]α̣ς ἐκ τῶν ἰδίων τὴν εἰς ταῦ[τα — — — — — — — —]
[— — — — — —] τὸ καθ’ αὑτὸν τ[— — — — — — — — — —]
[— — — — — — — — — — —]Ι̣ΟΙ#⁷[— — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — —]
Search Help