Decree concerning publication in the Heraion of a treaty between Antioch on the Maeander and an unknown city.  Stele of white marble, intact on the left.
[ ] Aeg. Islands — Samos Isl. — Heraion — shortly after 167 BC — MDAI(A) 72 (1957) 242, 65
See also:
1 [— — — — — — — — — — — — — — — — — — — — — — — —]Ι̣Ι̣[— — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — —]Σ̣ΣΙΤΟΥ εἰς Ἀντιόχ̣[ειαν τὴν πρὸς]
[τῶι Μαιάνδρ]ω̣ι̣ #⁷ΝΙ․․․προσ․․Ι#⁷[— — —] ὑπὸ τ[ῶ]ν περὶ Διοκλῆν, τόδε [τὸ ψήφισμα καὶ]
τ̣ὴν συνθήκην τήνδε καθιερῶσθαι καὶ εἶναι κύρια εἰς τὸν ἅπαντα χρόνον κ[αὶ μηθενὶ ἐ]-
5 ξουσίαν εἶναι παραβῆναι ταῦτα μηδὲ εἰπεῖν̣ μ̣ηδὲ εἰσανγεῖλαι μηδὲ γράψα̣[ι μηδὲ νόμον]
θ̣εῖναι ὡς δεῖ καταλυθῆναί τι τῶν γεγραμ[μ]έ̣νων· ἐὰν δέ τις παρὰ ταῦτα π[οιῇ, κατάρη]-
τ̣όν τε αὐτὸν εἶναι καὶ ἀποτεῖσαι ἱερὰς τῆς Ῥώμης δραχμὰς δισμυρίας καὶ μη̣[δὲν ἧσσον]
τὸ ψήφισμα καὶ τὴν συνθήκην εἶναι κύρια καὶ τὴν χώραν ὑπάρχειν Ἀντιοχίδα [vacat?]
           vacat          ἀπόκριμα vacat Σαμίων· vacat ἐπὶ Θεοδότου, Ληναιῶνος [— — —],
10 ἔ̣δοξεν τῶι δήμωι, γνώμη πρυτάνεων· ὑπὲρ ὧν οἱ στρατηγοὶ τὴν ἐκλησίαν [— — c.8 — —]
․αν καὶ <ἐ>πελθό̣ντες οἱ παρ’ Ἀντιοχέων τῶν πρὸς τῶι Μαιάνδρωι πρεσβευτα[ί, ἐκ μὲν τῶν]
ἄ̣λλων πολιτῶν, καθότι γράφουσιν, Ἐπίνικος Ἱκεσίου φύσει δὲ Πάτρωνος, ἐκ̣ [δὲ τῶν προσ]-
ω̣ρικότων τὴν χώραν τῆι πόλει Λεοντίσκος Ὀρέστου, τό τε ψήφισμα ἀπέδω[καν καὶ τὴν]
[σ]υνθήκην καὶ παρακαλοῦσιν ἡμᾶς ἀποδεξαμένους τὰ ἐψηφισμένα κατατά̣[ξαι ἐν τοῖς]
15 [π]α̣ρ’ ἡμῖν δημοσίοις γράμμασιν, συνχωρῆσαι δὲ καὶ τόπον ἐν τῶι τῆς Ἥ[ρας ἱερῶι, ἐν]
[ὧ]ι̣ ἀνατεθήσεται ὑπὸ τῶν πρεσβευτῶν στήλη λευκοῦ λίθου, εἰς ἣν ἀν[αγραφήσε]-
[τ]αι τό τε ψήφισμα καὶ ἡ συνθήκη, ὅπως καθιερωθῇ καὶ ὑπάρχῃ ταῦτα κύρ[ια εἰς τὸν ἀεὶ]
[χ]ρόνον, εἰδότας ὅτι ταῦτα ποιήσαντες χαριούμεθα τῶι δήμωι· ὅπως [δ’ οὖν πᾶσιν]
[ἐμ]φανῆ ποιῶμεν ἣν ἔχομεν εὔνοιαν διὰ̣ παντὸς πρὸς Ἀντιοχεῖς τ[οὺς πρὸς τῶι]
20 [Μ]α̣ιάνδρωι συνγενεῖς καὶ φίλους καὶ εὔ[ν]ους καὶ ἰσοπολίτας καὶ συμ[μάχους ὑπάρ]-
χοντας ἡμῶν, εὐχαρίστως δὲ διακειμένους καὶ πρὸς Ῥωμαίους, τ[οὺς κοινοὺς]
εὐεργέτας πάντων, vac. τύχηι ἀγαθῇ καὶ ἐπὶ σωτηρίᾳ τῶν δήμων, δ[εδόχθαι τῶι]
δήμωι· συνήδεσθαι μὲν Ἀντι<ο>χεῦσιν ἐπὶ τῶι γεγονότι προσορισμῶ[ι τῆς χώρας]
κ̣αὶ ἐπὶ τῶι διὰ τῆς τῶν προσόδων ἐπαυ̣ξ̣ήσεως δυνατωτέρους [α]ὐτ[οὺς γεγονέναι]
25 εἴς τε τὰ Ῥωμαίων ἐξυπηρετεῖν φιλ̣[οδόξως καὶ τοῖς ἀεὶ εὐεργετεῖν προαιρου]-
μένοις εὐχαρίστως ἀπαντᾶν ἐν παν[τὶ καιρῶι, ἀναγράψαι δὲ καὶ τό τε ψήφισμα καὶ]
τ̣ὴν γεγο̣νυῖαν συνθήκην τὸν γραμ[ματέα τῆς βουλῆς, καθότι οἱ πρεσβευταὶ παρακα]-
[λ]οῦσιν, καὶ εἰς τὰ παρ’ ἡμῖν δημόσια γ̣[ράμματα κατατάξαι, ὅπως πᾶσιν ἦι φανε]-
[ρ]ὸς ὁ δῆμος πρὸ πλείστου τιθέμ[ενος τὴν πρὸς τοὺς συνγενεῖς καὶ φίλους εὔνοιαν],
30 [ἣ]ν οὐδέποτε διαλέλοιπεν Ἀντι[οχεῦσιν παρεχόμενος ἐν τοῖς πρότερον χρόνοις καλῶς]
[κ]α̣ὶ συμφερόντως vac. καὶ νῦν δὲ τη[— — — — — — — — — — — — — — — — — — — —]
[․․․]ουσεν, μεθ’ ἧς ἐπέβαλλεν εὐνοία̣[ς — — — — — — — — — — — — — — — — — — —]
[․․․․]ν ὃν τρόπον καὶ οἱ πρεσβευ[ταὶ — — — — — — — — — — — — — — — — — — — —]
[— — — Διον]υσίοις #⁷[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us