Funerary epigram for the architect Harpalos.  Rectangular marble plaque, in five joining fragments.
[ ] Egypt — Hermoupolis Magna (El Ashmūnein) — Tuna el-Gebel — beg. 3rd c. AD — W. Peek, GVI I 1846 — E. Bernand, Inscr. métriques (1969) 128, 23
1 Ἁρπάλου εἰμὶ τάφος. —— τίνος Ἁρπάλου ; —— Ἅρπαλον ἴ|σθι
Δαιδαλέης σοφίης τὸν πολυτεχνότατον. ——
ἔγνων, ὦ Μοῖραι· πολυμήχανος ὤλετο τέχνη·
τίς τούτῳ ζώντων ἄλλος ὅμοιος ἀνήρ;
5 __ OU(=TOS O( KOSMH/SAS PERIMH/[2K]2EA TEI/XEA NHW=N,
στήσας αἰθούσσαις κίονας ὑψορόφους,
πολλάκι καὶ κορυφὰς ὀρέων ἴσα κάρφε<α> κό|ροι
ἤγαγε πειθομένας λεπταλέοισι κάλοις.
—— οὕτως Ἀμφείων, οὕτως Ὀρφεύς ποτε πέτρα{ι}ς {²⁶πέτρας}²⁶
10 μολπῇ θελγομένας ἦγον ἄνευ καμάτων.
—— ἴσθι καὶ Ἁρπάλου υἱὸν Ἀχιλλέα κείμενον ὧδε,
κοινὴ δ’ ἀμφοτέρους ἀμφεκάλυψε σορός.
—— ἀλλ’ οὐ θαυμάζω· κρατερώτερα νήματα Μοιρῶν,
πρὸς θάνατον δ’ οὐδεὶς μάγγανον εὗρε
15                        σοφῶν.
Search Help
Contact Us