Letter of the proconsul Q. Fabius Maximus Servilianus to the people of Dyme.  Marble plaque with upper molding, in four joining fragments, broken at the bottom.
[ ] Achaia — Dyme (Kato Achaia) — 144/143 BC — CIG 1543 — Syll.³ 684 — R. Sherk, RDGE 246, 43
1 {Ε} ἐπὶ θεοκόλου Λέωνος, v γραμματέ-
    ος τοῦ συνεδρίου Στρατοκλέος.
Κόιντος Φάβιος Κοΐντου Μάξιμος ἀνθύπατος Ῥωμαίων Δυμαί-
ων τοῖς ἄρχουσι καὶ συνέδροις καὶ τῆι πόλει χαίρειν· τῶν περὶ
5 Κυλλάνιον συνέδρων ἐμφανισάντων μοι περὶ τῶν συντελε-
σθέντων παρ’ ὑμῖν ἀδικημάτων, λέγω δὲ ὑπὲρ τῆς ἐμπρήσε-
ως καὶ φθορᾶς τῶν ἀρχ<εί>ων καὶ τῶν δημοσίων γραμμάτων, ὧν ἐγε-
γόνει ἀρχηγὸς τῆς ὅλης συγχύσεως Σῶσος Ταυρομένεος ὁ
καὶ τοὺς νόμους γράψας ὑπεναντίους τῆι ἀποδοθείσηι τοῖς
10 [Ἀ]χαιοῖς ὑπὸ Ῥωμαίων πολιτ[εία]ι, περὶ ὧν τὰ κατὰ μέρος διή[λ]θο-
[μεν ἐν Πά]τραις μετὰ τοῦ παρόντ̣[ο]ς συμβουλίου· ἐπεὶ οὖν οἱ διαπρα-
[ξά]μενοι ταῦτα ἐφαίνοντό μοι τῆς χειρίστης κ[ατασ]τάσεως
[κ]αὶ ταραχῆς κα[τασκευὴν] π̣οιούμενοι̣ [τοῖς Ἕλλησι πᾶσ]ι̣ν· οὐ μό-
ν[ον γὰρ] τῆς πρ[ὸ]ς ἀλλήλου[ς] ἀσυναλλ[α]ξ[ία]ς̣ καὶ χρε[ωκοπίας οἰ]-
15 [κεί]α̣ ἀλλὰ καὶ [τ]ῆ̣ς ἀποδεδομένης κατὰ [κ]οινὸν τοῖς Ἕλλη[σιν ἐ]-
λευθερίας ἀλλότρια καὶ τῆ[ς] ἡμετέ[ρα]ς προαιρέσεως· ἐγ[ὼ πα]-
ρασχομένων τῶν κατηγόρων ἀληθινὰς ἀποδείξεις Σῶ-
σον μὲν τὸν γεγονότα ἀρχηγν̣ [τ]ῶν πραχθέντων καὶ νο-
μογραφήσαντα ἐπὶ καταλύσει τῆς ἀποδοθείσης πολιτεί-
20 [α]ς κρίνας ἔνοχον εἶναι θανάτωι πα[ρ]εχώρισα, ὁμοίως δὲ καὶ
[․․․]μίσκον Ἐχεσθένεος τῶν δαμιοργῶν τὸν συμπράξαντα
[τοῖ]ς ἐμπρήσασι τὰ ἀρχεῖα καὶ τὰ δημόσια γράμματα, ἐπεὶ καὶ
[αὐτὸς] ὡμολόγησεν· Τιμόθεον δὲ Νικέα τὸμ μετὰ τοῦ Σώσου
[γεγονό]τα νομογράφον, ἐπεὶ ἔλασσον ἐφαίνετο ἠδικηκώς, ἐ-
25 [πέταξα] προάγειν εἰς Ῥώμην ὁρκίσας, ἐφ’ [ὧ]ι τῆι νουμηνίαι τοῦ ἐν-
[άτου μηνὸ]ς ἔστα[ι] ἐκεῖ καὶ ἐμφανίσας τ[ῶι ἐ]π̣ὶ τῶν ξένων στρατη-
[γῶι ․․․․]#⁷ΑΝ̣[․․ π]ρότερον ἐπάν̣εισ[ιν εἰ]ς οἶκον, ἐὰ̣[ν μ]ὴ ΑΥ̣[․c.3․]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us