[ ]
Att. — stoich. 32 — 300-250
| 1 | Διόδωρος Πειραιεὺς εἶπεν· ἐπειδὴ Καλλ- |
| ιδάμας Καλλιμέδοντος Χολλείδης ἀνὴρ | |
| ἀγαθός ἐστιμ περί τε τὸν δῆμον τὸν Ἀθην- | |
| αίων καὶ τὸν δῆμον τὸμ Πειραιέων καὶ πο- | |
| 5 | εῖ ἀγαθὸν ὅτι δύναται καὶ τὴν εὔνοιαν ἐ- |
| νδέδεικται ἐπὶ τῶγ καιρῶν, δεδόχθαι Πε- | |
| ιραιεῦσιν ἐπαινέσαι Καλλιδάμαντα κα- | |
| ὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἀρετῆς ἕ- | |
| νεκα καὶ δικαιοσύνης τῆς εἰς τὸν δῆμον | |
| 10 | τὸν Ἀθηναίων καὶ τὸν δῆμον τὸν Πειραιῶ- |
| ν καὶ ὅταν θύωσι Πειραιεῖς ἐν τοῖς κοιν- | |
| οῖς ἱεροῖς νέμειν καὶ Καλλιδάμαντι με- | |
| ρ̣ίδα καθάπερ καὶ τοῖς ἄλλοις Πειραιεῦ- | |
| σιν καὶ συνεστιᾶσθαι Καλλιδάμαντα με- | |
| 15 | τὰ Πειραιέων ἐν ἅπασι τοῖς ἱεροῖς πλὴν |
| εἴ που αὐτοῖς Πειραιεῦσιν νόμιμόν ἐστ- | |
| ιν εἰσιέναι, ἄλλωι δὲ μή· κατανεῖμαι δὲ α- | |
| ὐτὸν καὶ εἰς τριακάδα ἣν ἂν αὐτὸς βούλη- | |
| ται. εἶναι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τῶι | |
| 20 | θεάτρωι, ὅταμ ποιῶσι Πειραιεῖς τὰ Διον- |
| ύσια, οὗ καὶ αὐτοῖς Πειραιεῦσι κατανέμ- | |
| εται καὶ εἰσαγέτω αὐτὸν ὁ δήμαρχος εἰς | |
| τὸ θέατρον καθάπερ̣ τοὺς ἱερεῖς καὶ τοὺ- | |
| ς ἄλλους οἷς δέδοται ἡ προεδρία παρὰ Πε- | |
| 25 | ιρ̣αιέων· τελεῖν δὲ αὐτὸν τὰ αὐτὰ τέλη ἐν |
| τῶι δήμωι ἅπερ ἂγ καὶ Πειραιεῖς καὶ μὴ ἐ- | |
| γλέγειμ παρ’ αὐτοῦ τὸν δήμαρχον τὸ ἐγκτ- | |
| ητικόν. ἀνειπεῖν δ’ ἐν τῶι θεάτρωι τὸν κή- | |
| ρυκα τραγωιδῶν τῶι ἀγῶνι ὅτι στεφανοῦ- | |
| 30 | σι Πειραιεῖς Καλλιδάμαντα Καλλιμέδο- |
| ντος Χολλείδην ἀρετῆς ἕνεκα καὶ εὐνοί- | |
| ας τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸ- | |
| ν δῆμον τὸμ Πειραιέων, ὅπως ἂν εἰδῶσι πά- | |
| ντες ὅτι ἐπίστανται Πειραιεῖς χάριτα- | |
| 35 | ς ἀξίας ἀποδιδόναι τοῖς φιλοτιμουμέν- |
| οις εἰς αὐτούς. v ἀναγράψαι δὲ τόδε τὸ ψή- | |
| φισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τ- | |
| ῶι ἱερῶι τῆς Ἑστίας. vacat | |
| coronae |