Honorific inscription of the Attabokaoi for Tib. Claudius Heras.  Marble slab; now lost.
[ ] Galatia, N. — Pessinous (Ballıhisar) — Sivrihisar — ca. 150-200 AD — MDAI(A) 22 (1897) 38, 23 — IGR III 230 — OGIS 2.540
1 [— — — — — — — — — — — —]ΙΙ
[Τιβέριον Κλαύδιον — —]ΙΡΟΥ υἱ-
[ὸν] Κ̣υρείνα Ἡρᾶν, δέκατον μετὰ
τ̣ὸν ἀρχιερέα, πέμπτον δὲ Γα-
5 λατῶν διὰ βίου ἱερέα Μητρὸς
Θεῶν μεγάλης τῆς ἐν Πεσ-
σιννοῦντι καὶ <Μ>ειδαείῳ, τῶν
τε Σεβαστῶν ἑξάκις ἀρχιερέ-
α τοῦ κοινοῦ Σεβαστηνῶν Γα-
10 λατῶν καὶ ἀγωνοθέτην, σεβασ-
τοφάντην τοῦ ναοῦ τοῦ ἐν Πεσ-
σινοῦντι ἱερασάμενον πρῶτον,
γυμνασιαρχήσαντα καὶ ἐπιδ[ό]-
σεις δόντα, ἔπαρχον σπείρης
15 Ἰτουραίων, δὶς χειλίαρχον λεγ̣[ε]-
ώνων δύο, δωδεκάτης Κεραυν[ο]-
φόρου καὶ τρίτης Κυρηναϊκῆς, ὑπ̣[ὸ]
τῶν Σεβαστῶν τετειμημέν[ον]
δόρατι καθαρῷ καὶ στεφάνῳ τε[ι]-
20 χικῷ, Ἀτταβοκαοὶ οἱ τῶν τῆς̣
θεοῦ μυστηρίων μύστ[αι ἐτεί]-
μησαν τὸν̣ [— — — — — — —]
Search Help