Letters of King Eumenes II and Attalos to the priest Attis.  Block of white marble; now lost.
[ ] Galatia, N. — Pessinous (Ballıhisar) — Sivrihisar — 162-160 BC — SBAW (1860) 184, B — OGIS I 315B — SEG 31.1088
letter 3.1 Ε[— — — — — — — —]Ο̣ΙΣΔΕ̣[— —]ΩΤΩ[— —]-
δώρωι κα[ὶ τῶι ἀδελ]φῶι ἐληλυθότι π̣[ροσ]-
φάτως ἐπὶ τ[ὸ] σ̣τ̣[ρα]τόπεδον προσαγ̣[α]-
γὼν καὶ τὴν αἵρε[σ]ίν σου ἐμφανίσας ἀπέ-
5 λυσ’ αὐτὸν πρὸς σέ. vacat ἔρρωσο. vacat
letter 4.6 Ἄτταλος Ἄττιδι ἱερεῖ χαίρειν· εἰ ἔρρω-
σαι, εὖ ἂν ἔχοι· κἀγὼ δὲ ὑγίαινον. Μηνόδω-
ρος, ὃν ἀπεστάλκεις, τήν τε παρὰ σοῦ
ἐπιστολὴν ἀπέδωκέμ μοι, οὖσαν ἐκτε-
10 νῆ καὶ φιλικήν, καὶ αὐτὸς ὑπὲρ ὧν ἔφη-
σεν ἔχειν τὰς ἐντολὰς διὰ πλειόνων
ἀπελογίσατο. ἀποδεξάμενος οὖν τὴν
παρὰ σοῦ αἵρεσιν διὰ τὸ θεωρεῖν ἐμ παντὶ
καιρῶι σε πρόθυμον ὄντα πρὸς τὰ ἡμέτερα
15 πράγματα καὶ αὐτὸς τούτωι ἅπερ ἐνόμιζον
ἀναγκαῖον εἰδέναι σε κεκοινολογημένος εἴρη-
κα ἀναγγέλλειν. vacat ἔρρωσο. vacat
letter 5.18 Ἄτταλος Ἄττιδι ἱερεῖ χαίρειν· εἰ ἔρρωσαι, εὖ
ἂν ἔχοι· ὑγίαινον δὲ κἀγώ. Μηνόδωρος ἀπέδω-
20 κέ μοι τὴν παρὰ σοῦ ἐπιστολήν, ἐν ἧ<ι> ἐγεγράφεις
ὅτι πυθόμενος ἐληλυθέναι τὸν ἀδελφὸν
ἐπὶ τὸ στρατόπεδον τοῖς θεοῖς ἔθυσα[ς ὑπὲρ]
τῆς ἡμ̣έτερας σωτηρίας· ἀπελογ[ίσατο δὲ]
[— — — — — — — — — — — — — — — —]
Search Help
Contact Us