Epitaph of siblings Priscus Nemonianus and Isidora, with a prayer to Osiris. Plaque of gray marble, in four joining fragments.
[ ] Palaestina — Caesarea Maritima — 1st-3rd c. AD — RB 78 (1971) 262, 39 — ANRW 2.8 (1977) 504-505
1 εὐψυχ[εῖτε φίλα] μου τέ-
κνα. εὐψ[ύχει], Πρεῖσκε
Νεμωνιανέ, ἐτῶν ιε·
δοῖ σοι ὁ Ὄσειρις τὸ ψυχρὸν ὕ-
5 δωρ σὺν τῇ ἀδελφῇ σου τῇ μονο-
ώρῳ ἁρπασθείσῃ σύν σοι. καὶ σύ,
Ἰσίδωρε, εὐψύχει, ἐτῶν ζ· δοῖ
σοι ὁ Ὄσειρις τὸ ψυχρὸν ὕδωρ
σὺν τῷ ἀδελφῷ σου τῷ μονοώ-
10 ρῳ ἁρπασθέντι σύν σοι. γῆ ὑ-
μῖν ἐλαφρὰ καὶ τὰ κατὰ δοῦσ’
vacat ἀγαθά.
Search Help
Contact Us