| 1 | Φίλιππος εἶπεν· ἐπειδὴ Δερκύλ- |
| ος ὁ στρατηγὸς φιλοτιμεῖται π- | |
| ερὶ τὸν δῆμον τὸν Ἐλευσινίων τ- | |
| ά τε ἄλλα καὶ ὅπως ἂν οἱ παῖδες π- | |
| 5 | αιδεύωνται οἱ ἐν τῶι δήμωι, δεδ- |
| όχθαι Ἐλευσινίοις ἐπαινέσαι | |
| Δερκύλον Αὐτοκλέους Ἁγνούσ- | |
| ιον καὶ στεφανῶσαι χρυσῶι στε- | |
| φάνωι ἀπὸ 𐅅 δραχμῶν καὶ ἀνειπε- | |
| 10 | ῖν τὸν στέφανον Ἐλευσῖνι ἐν τῶ- |
| ι θεάτρωι τραγωιδῶν τῶι ἀγῶνι | |
| ὅτι στεφανῶι ὁ δῆμος ὁ Ἐλευσιν- | |
| 〚ιν〛ίων {²⁶Ἐλευσινίων}²⁶ Δερκύλον Αὐτοκλέους Ἁγ- | |
| νούσιον ἀρετῆς ἕνεκα καὶ φιλο- | |
| 15 | τιμίας τῆς εἰς τὸν δῆμον τὸν Ἐλ- |
| ευσινίων· εἶναι δὲ αὐτῶι ἀτέλε- | |
| ιαν καὶ προεδρίαν ἐν τῶι δήμωι | |
| τῶι Ἐλευσινίων καὶ καλείτω αὐ- | |
| τὸν ὁ δήμαρχος ὁ ἀεὶ δημαρχῶν ε- | |
| 20 | ἰς τὴν προεδρίαν· νέμειν δὲ αὐτ- |
| ῶι καὶ μερίδα ἐκ τῶν ἱερῶν καθά- | |
| περ Ἐλευσινίοις τὸν δήμαρχον | |
| τὸν ἀεὶ δημαρχοῦντα. ἀναγράψα- | |
| ι δὲ τόδε τὸ ψήφισμα ἐν στήληι λ- | |
| 25 | ιθίνηι καὶ στῆσαι παρὰ τὰ προπ- |
| ύλαια τῆς Δήμητρ〚ρ〛ος {²⁶Δήμητρος}²⁶ καὶ τῆς Κό- | |
| ρης, ἐπιμεληθῆναι δὲ τῆς ἀναγρ- | |
| αφῆς τοὺς πατέρας τῶν παίδων μ- | |
| ετὰ τοῦ δημάρχου. |
IG II²
1187