[ ] Att. — stoich. 25 — med. s. IV a.
See also:
1 Φίλιππος εἶπεν· ἐπειδὴ Δερκύλ-
ος ὁ στρατηγὸς φιλοτιμεῖται π-
ερὶ τὸν δῆμον τὸν Ἐλευσινίων τ-
ά τε ἄλλα καὶ ὅπως ἂν οἱ παῖδες π-
5 αιδεύωνται οἱ ἐν τῶι δήμωι, δεδ-
όχθαι Ἐλευσινίοις ἐπαινέσαι
Δερκύλον Αὐτοκλέους Ἁγνούσ-
ιον καὶ στεφανῶσαι χρυσῶι στε-
φάνωι ἀπὸ 𐅅 δραχμῶν καὶ ἀνειπε-
10 ῖν τὸν στέφανον Ἐλευσῖνι ἐν τῶ-
ι θεάτρωι τραγωιδῶν τῶι ἀγῶνι
ὅτι στεφανῶι ὁ δῆμος ὁ Ἐλευσιν-
〚ιν〛ίων {²⁶Ἐλευσινίων}²⁶ Δερκύλον Αὐτοκλέους Ἁγ-
νούσιον ἀρετῆς ἕνεκα καὶ φιλο-
15 τιμίας τῆς εἰς τὸν δῆμον τὸν Ἐλ-
ευσινίων· εἶναι δὲ αὐτῶι ἀτέλε-
ιαν καὶ προεδρίαν ἐν τῶι δήμωι
τῶι Ἐλευσινίων καὶ καλείτω αὐ-
τὸν ὁ δήμαρχος ὁ ἀεὶ δημαρχῶν ε-
20 ἰς τὴν προεδρίαν· νέμειν δὲ αὐτ-
ῶι καὶ μερίδα ἐκ τῶν ἱερῶν καθά-
περ Ἐλευσινίοις τὸν δήμαρχον
τὸν ἀεὶ δημαρχοῦντα. ἀναγράψα-
ι δὲ τόδε τὸ ψήφισμα ἐν στήληι λ-
25 ιθίνηι καὶ στῆσαι παρὰ τὰ προπ-
ύλαια τῆς Δήμητρ〚ρ〛ος {²⁶Δήμητρος}²⁶ καὶ τῆς Κό-
ρης, ἐπιμεληθῆναι δὲ τῆς ἀναγρ-
αφῆς τοὺς πατέρας τῶν παίδων μ-
ετὰ τοῦ δημάρχου.
Search Help
Contact Us