Two letters (or rescripts) of king Aspourgos to Pantaleon and Theangelos. Two fragments of a marble plaque.
[ ]
N. Black Sea — Gorgippia (Anapa) — 16 AD — SA (1965.2) pp. 197-209; SA (1965.3) pp. 28-37 — ZPE 124 (1999) pp. 133-142
| Dedication.1 | [οἱ Γοργιππεῖς τὸν ναὸν {²⁷βωμὸν}²⁷ ἱ]δρύσαντο Διῒ Σωτῆρι. |
| vacat | |
| Letter I.1 | [βασιλεὺς Ἀσ]π̣οῦργος φιλορώμαιος |
| [Παντ]αλέοντι καὶ Θεανγέλωι | |
| χαίρειν· | |
| εὐεργετικῶς διακείμενος πρὸς τὴν τῶν Γοργιππέων πόλιν | |
| 5 | καὶ βουλόμενος τὰ δίκαια αὐτοῖς παρέχεσθαι, ἐπειδὴ ἔδο[ξ]α̣ν ἐν πολ- |
| [λοῖς] μὲ̣ν πράγμασιν εὐνοηκέναι μοι, μάλιστα δὲ ἐν τῆι πρὸς τὸν σεβαστὸν | |
| αὐτοκράτορα ἀναβάσει συντετηρηκότες ἑαυτοὺς ἐν πλείστηι ἀτα[ρα]ξίαι, | |
| κατὰ τὰς ὑπ’ ἐμοῦ δεδομένας ἐντολάς, δοκιμάζω ε̣ἰς τὸ λοιπὸν τὰς κ[λ]ηρονομία[ς] | |
| μένειν αὐτοῖς βεβαίως κατὰ τὸν Εὐπάτορος ἀνχισ̣τ̣ευτικὸν νόμον· | |
| 10 | ἐκθεματίσα̣ντες οὖν τόδε τὸ δόγμα, φανερὰν ποιή[σ]ατε γενέσθαι̣ το[ῖς πο]- |
| [λίταις(?)] τὴν ἡμετέραν κρίσιν· ἔρ̣ρωσθε· βιτʹ, Δαισίου κʹ. | |
| vacat | |
| Letter II.1 | [βασιλεὺ]ς Ἀσποῦργος φιλορώμαιος Παν̣[ταλέοντι καὶ] |
| [Θεανγέλ]ωι χαίρειν· ἐπεὶ Γοργιππεῦ[σιν(?) ․․․] | |
| [․․c.7․․ συνε]χ̣ώρησα οἴνου τε καὶ σείτο[υ καὶ κριθῆς(?) ἀ]- | |
| [πολελύσθαι μ]ὲν δεκάτης, κένχρου δὲ [εἰκοστῆς(?), ἔκρινα] | |
| 5 | [ἐπιστεῖλαι ὑμ]ῖν ὅπως οἰκον[ο]μήσητε κ[ατὰ τὴν ἡμετέραν] |
| [κρίσιν· ἔ]ρ̣ρωσθε. βιτ, Δαισί[ου —ʹ]. |