[ ]
Att. — stoich. 31 — ante med. s. IV a.
| 1 | Κάλλιππος εἶπεν· ἐψηφίσθαι Ἰκαριεῦσ- |
| ιν ἐπαινέσαι Νίκωνα τὸν δήμαρχον καὶ | |
| στεφανῶσαι κιττο͂ στεφάνωι, καὶ ἀνειπ- | |
| εῖν τὸν κήρυκα ὅτι στεφανοῦσιν Ἰκαρι- | |
| 5 | εῖς Νίκωνα καὶ ὁ δῆμος ὁ Ἰκαριέων τὸν δ- |
| ήμαρχον, ὅτι καλῶς καὶ δικαίως τῶι Διο- | |
| νύσωι τὴν ἑορτὴν ἐποίησεν καὶ τὸν ἀγῶ- | |
| να· ἐπαινέσαι δὲ καὶ τοὺς χορηγὸς Ἐπικ- | |
| ράτην καὶ Πραξίαν καὶ στεφανῶσαι κιτ- | |
| 10 | το͂ στεφάνωι καὶ ἀνειπεῖν καθάπερ τὸν |
| δήμαρχον. |