Decree concerning enfranchisement of and additional privileges to mercenaries. Marble plaque.
[ ]
N. Black Sea — Phanagoria — 88/87 BC — VDI (1991.4) pp. 14-33 — Chiron 22 (1992) pp. 159-170
| 1 | βασιλεύοντος Μιθραδάτου Εὐπάτορος ἔτους ισʹ, |
| Φαναγοριτῶν ἡ βουλὴ καὶ ὁ δῆμος τοὺς ἀπὸ ξέ- | |
| νης στρατιώτας ἐπολιτογράφησαν διὰ τὸ ἐκ χρό- | |
| νων ἱκανῶν συνστρατεύσασθαι καὶ πεποιηκέναι | |
| 5 | πᾶν τὸ δίκαιον καὶ ἐν τοῖς λοιποῖς πᾶσι φιλικῶς καὶ εὐ- |
| νόως ἐσχηκέναι πρὸς τὴν ἑαυτῶν πόλιν καὶ ἔδω- | |
| καν αὐτοῖς τὰ φιλάνθρωπα ταῦτα ἐφ’ ᾧ πολιτι- | |
| κὸν τὸ γεινόμενον μὴ διδῶσι μηδ’ ἐπισκήνωσιν | |
| μηδ’ ἐπίθεσιν καὶ ἀνείσφοροι πάντων καὶ ἀλε[ι]- | |
| 10 | τούργητοι παντὸς πράγματος πλὴν πα̣[νδή]- |
| μου στρατείας· ἔστω δὲ αὐτοῖς ἔκ̣π̣[λους] | |
| καὶ εἴσπλους. |